Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. χερσὶν ὁμῶς καὶ ποσσὶν ἀνιστάμενος καλέεσκεν
  2. ἐς μέσον ἡρώων τὸν ὑπέρτατον. οἱ δʼ ὁρόωντες
  3. θάμβεον ὄβριμον ἄνδρα καὶ ἄλκιμον· οὐδέ τις ἔτλη
  4. ἄντα μολεῖν· πάντων γὰρ ὑπέκλασε δεῖμʼ ἀλεγεινὸν
  5. ἠνορέην, φοβέοντο δʼ ἀνὰ φρένα, μή τινα χερσὶ
  6. τύψας ἀκαμάτῃσιν ὑπὸ πληγῇσι πρόσωπον
  7. συγχέῃ ἐσσυμένως, μέγα δʼ ἀνέρι πῆμα γένηται.
  8. ὀψὲ δὲ πάντες ἔνευσαν ἐπʼ Εὐρυάλῳ μενεχάρμῃ
  9. ἴδμονα πυγμαχίης εὖ εἰδότες· ὃς δʼ ἐνὶ μέσσοις
  10. τοῖον ἔπος προέηκεν ὑποτρομέων θρασὺν ἄνδρα·
  11. ὦ φίλοι, ἄλλον μέν τινʼ Ἀχαιῶν, ὅν κʼ ἐθέλητε,
  12. τλήσομαι ἀντιόωντα, μέγαν δʼ Αἴαντα τέθηπα·
  13. πολλὸν γὰρ προβέβηκε· διαρραίσει δέ μοι ἦτορ,
  14. ἤν μιν ἐπιβρίσαντα λάβῃ χόλος· οὐ γὰρ ὀΐω
  15. ἀνδρὸς ἀπʼ ἀκαμάτοιο σόος ποτὶ νῆας ἱκέσθαι.
  16. ὣς φαμένοιο γέλασσαν· ὁ δʼ ἐν φρεσὶ πάμπαν ἰάνθη
  17. Αἴας ὀβριμόθυμος· ἄειρε δὲ δοιὰ τάλαντα
  18. ἀργύρου αἰγλήεντος, ἅ οἱ Θέτις εἵνεκʼ ἀέθλου
  19. δῶκεν ἄτερ καμάτοιο· φίλου δʼ ἐμνήσατο παιδὸς
  20. Αἴαντʼ εἰσορόωσα· γόος δέ οἱ ἔμπεσε θυμῷ.