Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. καὶ τά γε καγχαλόων ὑπεδέξατο κύδιμος ἀνήρ·
  2. οἴῳ γὰρ κείνῳ γε περὶ βριαροῖσι μέλεσσιν
  3. ἥρμοσεν ἀπλήτοιο κατὰ χροὸς ἀμφιτεθέντα·
  4. αὐτὸς δʼ αὖτʼ ἀνάειρε μέγαν σόλον, ὄφρα οἱ εἴη
  5. τερπωλὴ μένος ἠῢ λιλαιομένῳ πονέεσθαι.
  6. οἱ δʼ ἄρα δηριόωντες ἐφʼ ἅλματι πολλοὶ ἀνέσταν.
  7. τῶν δʼ ἄρʼ ὑπέρθορε πολλὸν ἐϋμμελίης Ἀγαπήνωρ
  8. σήματα· τοὶ δʼ ὁμάδησαν ἑπʼ ἀνέρι μακρὰ θορόντι·
  9. καί οἱ τεύχεα καλὰ πόρεν μεγάλοιο Κύκνοιο
  10. δῖα Θέτις· τὸν γάρ ῥα φόνῳ ἔπι Πρωτεσιλάου
  11. πολλῶν θυμὸν ἑλόντα κατέκτανε Πηλέος υἱὸς
  12. πρῶτον ἀριστήων· Τρῶας δʼ ἄχος ἀμφεκάλυψεν.
  13. αἰγανέῃ δʼ ἄρα πολλὸν ὑπέρβαλε δῃριόωντας
  14. Εὐρύαλος· λαοὶ δὲ μέγʼ ἴαχον· οὐ γὰρ ἔφαντο
  15. κεῖνον ὑπερβαλέειν οὐδὲ πτερόεντι βελέμνῳ.
  16. τοὔνεκά οἱ φιάλην πολυχανδέα δῶκε φέρεσθαι
  17. μήτηρ Αἰακίδαο δαΐφρονος, ἥν ποτʼ Ἀχιλλεὺς
  18. ἀργυρέην κτεάτισσε βαλὼν ὑπὸ δουρὶ Μύνητα,
  19. ὁππότε Λυρνησσοῖο διέπραθεν ὄλβιον [*](Zimmermann, from P, for Τρώιον of v.) ἄστυ.
  20. Αἴας δʼ ὀβριμόθυμος ἐελδόμενος πονέεσθαι