Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. τοὺς εἴθʼ ἀργυρότοξος ἀναιρήσειεν Ἀπόλλων,
  2. καί κεν ἀνάπνευσις πολέμου καὶ ἀεικέος οἴτου
  3. ἡμῖν εὐχομένοισιν ἐλεύσεται ἤματι κείνῳ.
  4. ὣς ἔφατʼ· ἀθάνατοι δὲ κατʼ οὐρανὸν ἐστενάχοντο,
  5. ὅσσοι ἔσαν Δαναοῖσιν ἐϋσθενέεσσιν ἀρωγοί,
  6. ἀμφὶ δὲ κρᾶτʼ ἐκάλυψαν ἀπειρεσίοις νεφέεσσι
  7. θυμὸν ἀκηχέμενοι· ἑτέρωθι δὲ γήθεον ἄλλοι
  8. εὐχόμενοι Τρώεσσι πέρας θυμηδὲς ὀρέξαι.
  9. καὶ τότε δὴ Κρονίωνα κλυτὴ προσεφώνεεν Ἥρη·
  10. Ζεῦ πάτερ ἀργικέραυνε, τί ἢ Τρώεσσιν ἀρήγεις
  11. κούρης ἠϋκόμοιο λελασμένος, ἥν ῥα πάροιθεν
  12. ἀντιθέῳ Πηλῆι πόρες θυμήρἐ ἄκοιτιν
  13. Πηλίου ἐν βήσσῃσι; γάμον δέ οἱ αὐτὸς ἔτευξας
  14. ἄμβροτον, οἱ δέ νυ πάντες ἐδαινύμεθʼ ἤματι κείνῳ
  15. ἀθάνατοι καὶ πολλὰ δόμεν περικαλλέα δῶρα·
  16. ἀλλὰ τά γʼ ἐξελάθου, μέγα δʼ Ἑλλάδι μήσαο πένθος.
  17. ὣς ἄρʼ ἔφη· τὴν δʼ οὔτι προσέννεπεν ἀκάματος Ζεύς·
  18. ἧστο γὰρ ἀχνύμενος κραδίην καὶ πολλὰ μενοινῶν,
  19. οὕνεκεν ἤμελλον Πριάμου πόλιν ἐξαλαπάξειν
  20. Ἀργεῖοι, τοῖς αἰνὸν ἐμήδετο λοιγὸν ὀπάσσαι