Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἡμῖν ὤπασε χάρμα λιλαιομένοισιν ἰδέσθαι
  2. ἐν Τροίῃ Ἀχιλῆα δεδουπότα· τοῦ γὰρ ὀΐω
  3. βλημένου ἀμπνεύσειν Τρώων ἐρικυδέα φῦλα
  4. αἵματος ἐξ ὀλοοῖο καὶ ἀνδροφόνου ὐσμίνης·
  5. αἰεὶ γὰρ φρεσὶν ᾗσιν ἐμήδετο Τρωσὶν ὄλεθρον
  6. αἰνὰ δέ οἱ χείρεσσιν ἐμαίνετο λοίγιον ἔγχος
  7. λύθρῳ ὑπʼ ἀργαλέῳ πεπαλαγμένον, οὐδέ τις ἡμέων
  8. κείνῳ ἔναντα κιὼν ἔτʼ ἐσέδρακεν Ἠριγένειαν·
  9. νῦν δʼ ὀΐω φεύξεσθαι Ἀχαιῶν ὄβριμα τέκνα
  10. νηυσὶν ἐϋπρώροισι δαϊκταμένου Ἀχιλῆος·
  11. ὡς ὄφελον μένος ἦεν ἔθʼ Ἕκτορος, ὀφρʼ ἅμα πάντας
  12. Ἀργείους σφετέρησιν ἐνὶ κλισίῃσιν ὄλεσσεν.
  13. ὣς ἄρʼ ἔφη Τρώων τις ἐνὶ φρεσὶ πάγχυ γεγηθώς·
  14. ἄλλος δʼ αὖθʼ ἑτέρωθι πύκα φρονέων φάτο μῦθον·
  15. φῆσθα σὺ μὲν Δαναῶν ὀλοὸν στρατὸν ἔνδοθι νηῶν
  16. πόντον ἐπʼ ἠερόεντα πεφυζότας αἶψα νέεσθαι·
  17. ἀλλʼ οὐ μὰν δείσουσι λιλαιόμενοι μέγα χάρμης·
  18. εἰσὶ γάρ ἦ κρατεροί τε καὶ ὄβριμοι ἀνέρες ἄλλοι,
  19. Τυδείδης Αἴας τε καὶ Ἀτρέος ὄβριμοι υἷες·
  20. τοὺς ἔτʼ ἐγὼ δείδοικα κατακταμένου Ἀχιλῆος·