Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἐν πολέμῳ στονόεντι καὶ ἐν βαρυηχέϊ πόντῳ·
  2. καὶ τὰ μέν ὣς ὥρμαινε, τὰ δὴ μετόπισθε τέλεσσεν.
  3. Ἠὼς δʼ ὠκεανοῖο βαθὺν ῥόον εἰσαφίκανε,
  4. κυανέην δʼ ἄρα γαῖαν ἐπήιεν ἄσπετος ὄρφνη,
  5. ἦμος ἀναπνείουσι βροτοὶ βαιὸν καμάτοιο·
  6. Ἀργεῖοι δʼ ἐπὶ νηυσὶν ἐδόρπεον ἀχνύμενοί περ·
  7. οὐ γάρ νηδύος ἐστὶν ἀπωσέμεναι μεμαυίης
  8. λιμὸν ἀταρτηρόν, ὁπόταν στέρνοισιν ἵκηται.
  9. ἀλλʼ εἶθαρ θοὰ γυῖα βαρύνεται, οὐδέ τι μῆχος
  10. γίνεται, ἢν μή τις κορέσῃ θυμαλγέα νηδύν·
  11. τοὔνεκα δαῖτʼ ἐπάσαντο καὶ ἀχνύμενοι Ἀχιλῆος·
  12. αἰνὴ γὰρ μάλα πάντας ἐποτρύνεσκεν ἀνάγκη.
  13. τοῖσι δὲ πασσαμένοισιν ἐπήλυθε νήδυμος ὕπνος,
  14. λῦσε δʼ ἀπὸ μελέων ὀδύνας, ἐπὶ δὲ σθένος ὦρσεν.
  15. ἀλλʼ ὅτε δὴ κεφαλὰς μὲν ἐπʼ ἀντολίην ἔχον ἄρκτοι,
  16. δέγμεναι ἠελίοιο θοὸν φάος, ἔγρετο δʼ ἠώς,
  17. δὴ τότʼ ἀνέγρετο λαὸς ἐϋσθενέων Ἀργείων
  18. πορφύρων Τρώεσσι φόνον καὶ κῆρʼ ἀΐδηλον.
  19. κίνυτο δʼ ἠΰτε πόντος ἀπείριτος Ἰκαρίοιο
  20. ἠὲ καὶ αὐαλέου βαθὺ λήιον, ὁππόθʼ ἵκηται