Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. νῦν δέ με γῆρας ἔπεισι καὶ ἄλγεα· τοὔνεκʼ ἄνωγα
  2. ὑμέας, οἶσιν ἔοικεν, ἀέθλια χερσὶν ἀρέσθαι·
  3. κῦδος γὰρ νέῳ ἀνδρὶ φέρειν ἀπʼ ἀγῶνος ἄεθλον.
  4. ὣς φαμένοιο γέροντος ἀνίστατο θαρσαλέος φώς,
  5. υἱὸς ὑπερθύμοιο καὶ ἀντιθέου Πανοπῆος,
  6. ὅς τε καὶ ἵππον ἔτευξε κακὸν Πριάμοιο πόληι
  7. ὕστερον· ἀλλʼ οὔ οἵ τις ἐτόλμα ἐγγὺς ἱκέσθαι
  8. εἵνεκα πυγμαχίης· πολέμου δʼ οὐ πάγχυ δαήμων
  9. ἔπλετο λευγαλέου, ὁπότʼ Ἄρεος ἔσσυτο δῆρις.
  10. καί κεν ἀνιδρωτὶ περικαλλέα δῖος Ἐπειὸς
  11. ἤμελλεν τότʼ ἄεθλα φέρειν ποτὶ νῆας Ἀχαιῶν,
  12. εἰ μή οἱ σχεδὸν ἦλθεν ἀγαυοῦ Θησέος υἱὸς
  13. αἰχμητὴς Ἀκάμας μέγʼ ἐνὶ φρεσὶ κάρτος ἀέξων,
  14. ἀζαλέους ἱμάντας ἔχων περὶ χερσὶ θοῇσι,
  15. τούς οἱ ἐπισταμένως Εὐηνορίδης Ἀγέλαος
  16. ἀμφέβαλεν παλάμῃσιν ἐποτρύνων βασιλῆα.
  17. ὡς δʼ αὕτως ἕταροι Πανοπηιάδαο ἄνακτος
  18. θαρσύνεσκον Ἐπειόν· ὁ δʼ ἐν μέσσοισι λέων ὣς
  19. εἱστήκει περὶ χερσὶν ἔχων βοὸς ἶφι δαμέντος
  20. ῥινοὺς ἀζαλέας. μέγα δʼ ἴαχον ἔνθα καὶ ἔνθα