Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὣς φάτο· τοὶ δʼ ἀΐοντες ἐπέδρακον ἀλλήλοισιν·
  2. ἦκα δὲ πάντες ἔμιμνον ἀναινόμενοι τὸν ἄεθλον,
  3. εἰ μή σφεας ἐνένιπεν ἀγαυοῦ Νηλέος υἱός·
  4. ὦ φίλοι, οὔτι ἔοικε δαήμονος ἄνδρας ἀϋτῆς
  5. πυγμαχίην ἀλέασθαι ἐπήρατον, ἥ τε νέοισι
  6. τερπωλὴ πέλεται, καμάτῳ δʼ ἐπὶ κῦδος ἀγινεῖ.
  7. ὣς εἴθʼ ἐν γυίοισιν ἐμοῖς ἔτι κάρτος ἔκειτο,
  8. οἶον ὅτʼ ἀντίθεον Πελίην κατεθάπτομεν ἡμεῖς,
  9. αὐτὸς ἐγὼ καὶ Ἄκαστος, ἀνεψιοὶ εἰς ἕν ἰόντες,
  10. ὁππότʼ ἄρʼ ἀμφήριστος ἐγώ Πολυδεύκεϊ δίῳ
  11. πυγμαχίῃ γενόμην, ἔλαβον δέ οἱ ἶσον ἄεθλον·
  12. ἐν δὲ παλαισμοσύνῃ με καὶ ὁ κρατερώτατος ἄλλων
  13. Ἀγκαῖος θάμβησε καὶ ἔτρεσεν, οὐδέ μοι ἔτλη
  14. ἀντίον ἐλθέμεναι νίκης ὕπερ, οὕνεκʼ ἄρʼ αὐτὸν
  15. ἤδη που τὸ πάροιθε παρʼ ἀγχεμάχοισιν Ἐπειοῖς
  16. νίκησʼ ἠῢν ἐόντα, πεσὼν δʼ ἐκονίσατο νῶτα
  17. σῆμα πάρα φθιμένου Ἀμαρυγκέος, ἀμφὶ δʼ ἄρʼ αὐτῷ
  18. πολλοὶ θηήσαντο βίην καὶ κάρτος ἐμεῖο·
  19. τῷ νύ μοι οὐκέτι κεῖνος ἐναντίου ἤρατο χεῖρας
  20. καὶ κρατερός περ ἐών, ἔλαβον δʼ ἀκόνιτος ἄεθλον·