Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. λαοὶ ἐποτρύνοντες ἐϋσθενέων μένος ἀνδρῶν
  2. μῖξαι ἐν αἵματι χεῖρας ἀτειρέας· οἱ δὲ καὶ αὐτοὶ
  3. ἔσταν μαιμώωντες ἐνὶ ξυνοχῇσιν ἀγῶνος,
  4. ἄμφω χεῖρας ἑὰς πειρώμενοι, εἴπερ ἔασιν
  5. ὡς πρὶν [*](Zimmermann, from P; for ὥς ποτʼ of v.) ἐϋτρόχαλοι, μηδʼ ἐκ πολέμου βαρύθοιεν.
  6. αἶψα δʼ ἄρʼ ἀλλήλοισι καταντία χεῖρας ἄειραν
  7. ταρφέα παπταίνοντες, ἐπʼ ἀκροτάτοις δὲ πόδεσσι
  8. βαίνοντες κατὰ βοιὸν ἀεὶ γόνυ γουνὸς ἄμειβον
  9. ἀλλήλων ἐπὶ δηρὸν ἀλευόμενοι μέγα κάρτος.
  10. σὺν δʼ ἔβαλον νεφέλῃσιν ἐοικότες αἰψηρῇσιν,
  11. αἳ τʼ ἀνέμων ῥιπῇσιν ἐπʼ ἀλλήλῃσι θοροῦσαι
  12. ἀστεροπὴν προϊᾶσι, μέγας δʼ ὀροθύνεται αἰθὴρ
  13. θηγομένων νεφέων, βαρὺ δὲ κτυπέουσιν ἄελλαι·
  14. ὣς τῶν ἀζαλέῃσι περικτυπέοντο γένεια
  15. ῥινοῖς· αἷμα δὲ πουλὺ κατέρρεεν, ἐκ δὲ μετώπων
  16. ἱδρὼς αἱματόεις θαλερὰς ἐρύθαινε παρειάς.
  17. οἱ δʼ ἄμοτον πονέοντο μεμαότες· οὐδʼ ἄρʼ Ἐπειὸς
  18. λῆγεν, ἐπέσσυτο δʼ αἰὲν ἑῷ μέγα κάρτεϊ θύων.
  19. τὸν δʼ ἄρα Θησέος υἱὸς ἐϋφρονέων ἐν ἀέθλῳ
  20. πολλάκις ἐς κενεὸν κρατερὰς χέρας ἰθύνεσθαι