Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἄλλη δʼ αὖ μετὰ δόρπον ὕδωρ ἐπέχευε χέρεσσιν
  2. ἡ δʼ ἑτέρη ἀπὸ δαιτὸς ἀεὶ φορέεσκε τράπεζας.
  3. τὰς δʼ ἄρα Τυδείδαο μένος καὶ ὑπέρβιος Αἴας
  4. δασσάμενοι προέηκαν ἐϋπρώρους ἐπὶ νῆας.
  5. ἀμφὶ δὲ πυγμαχίης πρῶτον σθένος Ἰδομενῆος
  6. ὤρνυτʼ, ἐπεί οἱ θυμὸς ἴδρις πέλε παντὸς ἀέθλου.
  7. τῷ δʼ οὔτις κατέναντα κίεν· μάλα γάρ μιν ἅπαντες
  8. αἰδόμενοι ὑπόειξαν, ἐπεί ῥα γεραίτερος ἦεν.
  9. τῷ δʼ ἄρʼ ἐνὶ μέσσοισι Θέτις πόρεν ἅρμα καὶ ἵππους
  10. ὠκύποδας, τοὺς πρόσθε βίη μεγάλου Πατρόκλοιο
  11. ἤλασεν ἐκ Τρώων Σαρπηδόνα δῖον ὀλέσσας·
  12. καὶ τοὺς μὲν θεράποντι πόρεν ποτὶ νῆας ἄγεσθαι
  13. Ἰδομενεύς· αὐτὸς δὲ κλυτῷ ἐν ἀγῶνι μένεσκε.
  14. Φοῖνιξ δʼ Ἀργείοισιν ἐϋσθενέεσσι μετηύδα·
  15. νῦν μέν ἄρʼ Ἰδομενῆι θεοὶ δόσαν ἐσθλὸν ἄεθλον
  16. αὕτως, οὔτι καμόντι βίῃ καὶ χερσὶ καὶ ὤμοις,
  17. ἀλλʼ ἄρʼ ἀναιμωτὶ προγενέστερον ἄνδρα τίοντες·
  18. ἀλλʼ ἄλλον, νέοι ἄνδρες, ἐπεντύνεσθαι ἄεθλον
  19. χεῖρας ἐπʼ ἀλλήλοισι δαήμονας ἰθύνοντες
  20. πυγμαχίης, καὶ θυμὸν ἰήνατε Πηλείωνος.