Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἐσσυμένως ἐφέηκε κατὰ χθονὸς ἠΰτε πέτρην
  2. ἀλκῇ ὑπὸ σθεναρῇ· μέγα δʼ ἴαχε Τρώιον οὖδας
  3. Τυδείδαο πεσόντος· ἐπηΰτησε δὲ λαός.
  4. ἀλλὰ καὶ ὥς ἀνόρουσεν ἐελδόμενος πονέετθαι
  5. τὸ τρίτον ἀμφʼ Αἴαντα πελώριον· ἀλλʼ ἄρα Νέστωρ
  6. ἔστη ἐνὶ μέσσοισι καὶ ἀμφοτέροισι μετηύδα·
  7. ἴσχεσθʼ, ἀγλαὰ τέκνα, παλαισμοσύνης ὑπερόπλου·
  8. ἴδμεν γὰρ δὴ πάντες, ὅσον προφερέστεροί ἐστε
  9. Ἀργείων μεγάλοιο καταφθιμένου Ἀχιλῆος.
  10. ὥς φάτο· τοὶ δʼ ἴσχοντο πονεύμενοι· ἐκ δὲ μετώπων
  11. χερσὶν ἄδην μόρξαντο κατεσσύμενόν περ ἱδρῶτα·
  12. κύσσαν δʼ ἀλλήλους, φιλότητι δὲ δῆριν ἔθεντο.
  13. τοῖς δʼ ἄρα ληιάδας πίσυρας πόρε πότνα θεάων
  14. δῖα Θέτις· τὰς δʼ αὐτοὶ ἐθηήσαντο ἰδόντες
  15. ἥρωες κρατεροὶ καὶ ἀταρβέες, οὕνεκα πασέων
  16. ληιάδων προφέρεσκον ἐϋφροσύνῃ τε καὶ ἔργοις
  17. νόσφιν ἐϋπλοκάμου Βρισηίδος, ἅς ποτʼ Ἀχιλλεὺς
  18. ληίσατʼ ἐκ Λέσβοιο, νόον δʼ ἐπετέρπετο τῇσι·
  19. καί ῥʼ ἡ μὲν δόρποιο πέλεν ταμίη καὶ ἐδωδῆς,
  20. ἡ δʼ ἄρα δαινυμένοισι παροινοχόει μέθυ λαρόν,