Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- οὐδὲ μὲν Ἱππολόχοιο δαΐφρονος ὄβριμον υἷα
- Τρῶες ἀδάκρυτον δειλοὶ λίπον, ἀλλὰ καὶ αὐτοὶ
- Δαρδανίης προπάροιθε πύλης ἐρικυδέα φῶτα
- πυρκαϊῆς καθύπερθε βάλον· τὸν δʼ αὐτὸς Ἀπόλλων
- ἐκ πυρὸς αἰθομένοιο μάλʼ ἐσσυμένως ἀναείρας
- δῶκε θοοῖς ἀνέμοισι φέρειν Λυκίης σχεδὸν αἴης·
- οἱ δέ μιν αἶψʼ ἀπένεικαν ὑπʼ ἄγκεα Τηλάνδροιο
- χῶρον ἐς ἱμερόεντα, πέτρην δʼ ἐφύπερθε βάλοντο
- ἄρρηκτον· νύμφαι δὲ περίβλυσαν ἱερὸν ὕδωρ
- ἀενάου ποταμοῖο, τὸν εἰσέτι φῦλʼ ἀνθρώπων
- Γλαῦκον ἐπικλείουσιν ἐΰρροον· ἀλλὰ τὰ μέν που
- ἀθάνατοι τεύξαντο γέρας Λυκίων βασιλῆι.
- Ἀργεῖοι δʼ ἐρίθυμον ἀνεστενάχοντʼ Ἀχιλῆα
- νηυσὶ παρʼ ὠκυπόροισιν· ἔτειρε δὲ πάντας ἀνίη
- λευγαλέη καὶ πένθος, ἐπεί ῥά μιν ὡς ἐὸν υἷα
- δίζοντʼ , οὐδέ τις ἦεν ἀνὰ στρατὸν εὐρὺν ἄδακρυς·
- Τρῶες δʼ αὖτʼ ἀλίαστον ἐγήθεον εἰσορόωντες
- τοὺς μὲν ἀκηχεμένους, τὸν δʼ ἐν πυρὶ δηωθέντα·
- καί τις ἐπευχόμενος μῦθον ποτὶ τοῖον ἔειπεν·
- νῦν πάντεσσιν ἄελπτον ἀπʼ Οὐλύμποιο Κρονίων