Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀντίθεον βασιλῆα. Θέτις δʼ ἐς μέσσον ἀγῶνα
  2. θῆκεν ἄρʼ ἀμφὶ δρόμοιο βόας δέκα· τῇσι δὲ πάσῃς
  3. καλαὶ πόρτιες ᾖσαν ὑπὸ μαζοῖσιν ἰοῦσαι·
  4. τάς ποτε Πηλείδαο θρασὺ σθένος ἀκαμάτοιο
  5. ἤλασεν ἐξ Ἴδης μεγάλῳ ἐπὶ δουρὶ πεποιθώς.
  6. τῶν πέρι δοιοὶ ἀνέσταν ἐελδόμενοι μέγα νίκης·
  7. Τεῦκρος μὲν πρῶτος Τελαμώνιος, ἄν δὲ καὶ Αἴας,
  8. Αἴας, ὅς τε Λοκροῖσι μετέπρεπεν ἰοβόλοισιν.
  9. ἀμφὶ δʼ ἄρα ζώσαντο θοῶς περὶ μήδεα χερσὶ
  10. φάρεα, πάντα δʼ ἔνερθεν, ἅπερ θέμις, ἐκρύψαντο
  11. αἰδόμενοι Πηλῆος ἐϋσθενέος παράκοιτιν
  12. ἄλλας τʼ εἰναλίας Νηρηίδας, ὅσσαι ἅμʼ αὐτῇ
  13. ἤλυθον Ἀργείων κρατεροὺς ἐσιδέσθαι ἀέθλους.
  14. τοῖσι δὲ σημαίνεσκε δρόμου τέλος ὠκυτάτοιο
  15. Ἀτρείδης, ὅς πᾶσι μετʼ Ἀργείοισιν ἄνασσε.
  16. τοὺς δʼ Ἔρις ὀτρύνεσκεν ἐπήρατος· οἱ δʼ ἀπὸ νύσσης
  17. καρπαλίμως οἴμησαν ἐοικότες ἰρήκεσσι·
  18. τῶν δὲ καὶ ἀμφήριστος ἔην δρόμος· οἱ δʼ ἑκάτερθεν
  19. Ἀργεῖοι λεύσσοντες ἐπίαχον ἄλλυδις ἄλλος.
  20. ἀλλʼ ὅτε τέρματʼ ἔμελλον ἱκανέμεναι μεμαῶτες,