Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Ἕκτορά θʼ ὡς ἐδάμασσε, καὶ ὡς ἕλε Πενθεσίλειαν,
  2. ἠδὲ καὶ υἱέα δῖον ἐϋθρόνου Ἠριγενείης.
  3. καὶ τὰ μὲν Ἀργείοισιν ἐπισταμένοισι καὶ αὐτοῖς
  4. μέλπε, καὶ ὡς ἐτέτυκτο πελώριος, ὥς τέ οἱ οὔτις
  5. ἔσθενε δηριάασθαι ἐναντίον, οὔτʼ ἐν ἀέθλοις
  6. αἰζηῶν, ὅτε ποσσὶ νέοι περιδηριόωνται,
  7. οὐδὲ μὲν ἱππασίῃ, οὐδὲ σταδίῃ ἐνὶ χάρμῃ,
  8. κάλλεΐ θʼ ὡς Δαναούς μέγʼ ὑπείρεχεν, ὥς τέ οἱ ἀλκὴ
  9. ἔπλετʼ ἀπειρεσίη, ὁπότʼ Ἄρεος ἔσσυτο δῆρις.
  10. εὔχετο δʼ ἀθανάτοισι καὶ υἱέα τοῖον ἰδέσθαι
  11. κείνου ἀπὸ Σκύροιο πολυκλύστοιο μολόντα.
  12. Ἀργεῖοι δʼ ἄρα πᾶσιν ἐπευφήμησαν ἔπεσσιν
  13. αὐτή τʼ ἀργυρόπεζα Θέτις, καί οἱ πόρεν ἵππους
  14. ὠκύποδας, τούς πρόσθεν ἐϋμμελίῃ Ἀχιλῆι
  15. Τήλεφος ὤπασε δῶρον ἐπὶ προχοῇσι Καΐκου,
  16. εὖτέ ἑ μοχθίζοντα κακῷ περὶ ἕλκεϊ θυμὸν
  17. ἠκέσατʼ ἐγχείῃ, τῇ μιν βάλε δηριόωντα
  18. αὐτὸς ἔσω μηροῖο, διήλασε δʼ ὄβριμον αἰχμήν·
  19. καὶ τοὺς μέν Νέστωρ Νηλήιος οἶς ἑτάροισιν
  20. ὤπασεν· οἱ δʼ ἐς νῆας ἄγου μέγα κυδαίνοντες