Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- δὴ τότε που Τεύκροιο μένος καὶ γυῖα πέδησαν
- ἀθάνατοι· τὸν γάρ ῥα θεὸς βάλεν ἠέ τις ἄτη
- ὄζον ἐς ἀλγινόεντα βαθυρρίζοιο μυρίκης·
- τῷ δʼ ἄρʼ ἐνιχριμφθεὶς χαμάδις πέσε· τοῦ δʼ ἀλεγεινῶς
- ἄκρον ἀνεγνάμφθη λαιοῦ ποδός, αἱ δʼ ὑπανέσταν
- οἰδαλέαι ἑκάτερθε περὶ φλέβες. οἱ δʼ ἰάχησαν
- Ἀργεῖοι κατʼ ἀγῶνα· παρήιξεν δέ μιν Αἴας
- γηθόσυνος· λαοὶ δὲ συνέδραμον, οἵ οἱ ἕποντο,
- Λοκροί· αἶψα δὲ χάρμα περὶ φρένας ἤλυθε πάντων·
- ἐκ δʼ ἔλασαν κατὰ νῆας ἀγοῦ βόας, ὄφρα νέμωνται.
- Τεῦκρον δʼ ἐσσυμένως ἕταρο; περιποιπνύοντες
- ἦγου ἐπισκάζοντα· θοῶς δέ οἱ ἰητῆρες
- ἐκ ποδὸς αἷμʼ ἀφέλοντο, θέσαν δʼ ἐφύπερθε μοτάων
- εἴρἰ ἄδην δεύσαντες ἀλείφασιν· ἀμφὶ δὲ μίτρην
- δήσαντʼ ἐνδυκέως· ὀλοὰς δʼ ἐκέδασσαν ἀνίας.
- ἄλλω δʼ αὖθʼ ἑτέρωθι παλαισμοσύνης ὑπερόπλου
- καρπαλίμως μνώοντο δύω κρατερόφρονε φῶτε,
- Τυδέος ἱπποδάμοιο πάϊς καὶ ὑπέρβιος Αἴας,
- οἵ ῥʼ ἴσαν ἐς μέσσον· θάμβος δʼ ἔχεν ἀθρήσαντας
- Ἀργείους· ἄμφω γὰρ ἔσαν μακάρεσσαν ὁμοῖοι.