Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. αἱ δʼ ἄρʼ ἐς ὀρχηθμὸν Χάριτες τράπεν ἱμερόεντα,
  2. Μοῦσαι δʼ ἐς μολπήν, ἐπετέρπετο δʼ οὔρεα πάντα
  3. καὶ ποταμοὶ καὶ θῆρες, ἰαίνετο δʼ ἄφθιτος αἰθὴρ
  4. ἄντρα τε Χείρωνος περικαλλέα καὶ θεοὶ αὐτοί.
  5. καὶ τὰ μὲν ἂρ Νηλῆος ἐῢς πάϊς Ἀργείοισι
  6. πάντα μάλʼ ἱεμένοις κατελέξατο· τοὶ δʼ ἀΐοντες
  7. τέρπονθʼ· ὃς δʼ Ἀχιλῆος ἀμύμονος ἄφθιτα ἔργα
  8. μέλπε μέσῳ ἐν ἀγῶνι· πολὺς δʼ ἀμφίαχε λαὸς
  9. ἀσπασίως. ὁ δʼ ἄρʼ ἔνθεν ἑλὼν ἐρικυδέα φῶτα
  10. ἐκπάγλως κύδαινεν ἀρηραμένοις ἐπέεσσι,
  11. δώδεχʼ ὅπως διέπερσε κατὰ πλόον ἄστεα φωτῶν,
  12. ἕνδεκα δʼ αὖ κατὰ γαῖαν ἀπείριτον, ὡς δʼ ἐδάϊξε
  13. Τήλεφον, ἠδὲ βίην ἐρικυδέος Ἠετίωνος
  14. Θήβης ἐν δαπέδοισι, καὶ ὡς Κύκνον ἔκτανε δουρὶ
  15. υἷα Ποσειδάωνος ἰδʼ ἀντίθεον Πολύδωρον
  16. καὶ Τρώιλον θηητὸν ἀμύμονά τʼ Ἀστεροπαῖον,
  17. αἵματι δʼ ὡς ἐρύθηνεν ἄδην ποταμοῖο ῥέεθρα
  18. Ξάνθου καὶ νεκύεσσιν ἀπειρεσίοισι κάλυψε
  19. πάντα ῥόον κελάδοντα, Λυκάονος ὁππότε θυμὸν
  20. νοσφίσατʼ ἐκ μελέων ποταμοῦ σχεδὸν ἠχήεντος,