Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οὔτε παλαισμοσύνῃ πολυτειρέϊ· τοῦ γὰρ ὕπερθε
  2. γυῖα καὶ ἅψεα πάντα λυγρὸν κατεδάμνατο γῆρας·
  3. ἀλλά οἱ ἐν στέρνοισιν ἔτʼ ἔμπεδος ἔπλετο θυμὸς
  4. καὶ νόος, οὐδέ τις ἄλλος ἐριδμαίνεσκεν Ἀχαιῶν
  5. κείνῳ, ὅτʼ εἰν ἀγορῇ ἐπέων πέρι δῆρις ἐτέχθη·
  6. τῷ καὶ Λαέρταο κλυτὸς πάϊς εἵνεκα μύθων
  7. εἰν ἀγορῇ ὑπόεικε, καὶ ὃς βασιλεύτατος ἦεν
  8. πάντων Ἀργείων μέγʼ ἐϋμμελίης Ἀγαμέμνων.
  9. τοὔνεκʼ ἐνὶ μέσσοισιν ἐΰφρονα Νηρηίνην
  10. ὕμνεεν, ὡς Πάσῃσι μετέπρεπεν εἰναλίῃσιν
  11. εἵνεκʼ ἐϋφροσύνης τε καὶ εἴδεος· ἡ δʼ ἀΐουσα
  12. τέρπεθʼ· ὁ δʼ ἱμερόεντα γάμον Πηλῆος ἔνισπε,
  13. τόν ῥά οἱ ἀθάνατοι μάκαρες συνετεκτήναντο
  14. Πηλίου ἀμφὶ κάρηνα, καὶ ἄμβροτον ὡς ἐπάσαντο
  15. δαῖτα παρʼ εἰλαπίνῃσιν, ὅτʼ εἴδατα θεῖα φέρουσαι
  16. χερσὶν ὑπʼ ἀμβροσίῃσι θεαὶ παρενήνεον Ὧραι
  17. χρυσείοις κανέοισι, Θέμις δʼ ἄρα καγχαλόωσα
  18. ἀργυρέας ἐτίταινεν ἐπισπέρχουσα τραπέζας,
  19. πῦρ δʼ Ἥφαιστος ἔκαιεν ἀκήρατον, ἀμφὶ δὲ Νύμφαι
  20. ἀμβροσίην ἐκέραιον ἐνί χρυσέοισι κυπέλλοις,