Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὣς ἄρʼ ἔφη Τελαμῶνος ἐῢς πάϊς, οὐδέ τι ᾔδη,
  2. ὅττι ῥά οἱ μετʼ ἄεθλα κακὸν μόρον ἔντυε δαίμων
  3. ἀργαλέονʼ τὸν δʼ αὖθις ἀμείβετο Τυδέος υἱός·
  4. ὦ φίλος, εἰ ἐτεὸν Θέτις ἔρχεται ἤματι τῷδε
  5. υἱέος ἀμφὶ τάφῳ περικαλλέα θεῖναι ἄεθλα,
  6. πὰρ νήεσσι μένωμεν ἐρυκανόωντε καὶ ἄλλους·
  7. καὶ γὰρ δὴ μακάρεσσι θεοῖς πείθεσθαι ἔοικε·
  8. καὶ δʼ ἄλλως Ἀχιλῆι καὶ ἀθανάτων ἀέκητι
  9. αὐτοὶ φραζώμεσθα δόμεν θυμηδέα τιμήν.
  10. ὣς φάτο Τυδείδαο δαΐφρονος ὄβριμον ἦτορ.
  11. καὶ τότʼ ἄρʼ ἐκ πόντοιο κίεν Πηλῆος ἄκοιτις
  12. αὔρῃ ὑπηώῃ ἐναλίγκιον· αἶψα δʼ ἵκανεν
  13. Ἀργείων ἐς ὅμιλον, ὅπῃ μεμαῶτες ἔμιμνον,
  14. οἱ μὲν ἀεθλεύσοντες ἀπειρεσίῳ ἐν ἀγῶνι,
  15. οἱ δὲ φρένας καὶ θυμὸν ἀεθλητῆρσιν ἰῆναι.
  16. τοῖσι δʼ ἅμʼ ἀγρομένοισι Θέτις κυανοκρήδεμνος
  17. θῆκεν ἄεθλα φέρουσα καὶ ὀτρύνεσκεν Ἀχαιοὺς
  18. αὐτίκʼ ἀεθλεύειν· τοὶ δʼ ἀθανάτῃ πεπίθοντο.
  19. πρῶτος δʼ ἐν μέσσοισιν ἀνίστατο Νηλέος υἱός,
  20. οὐ μὲν πυγμαχίῃσι λιλαιόμενος πονέεσθαι