Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Τρώων δῃώσαντες ὁμῶς περικαλλέας υἷας
  2. ἵππους τε χρεμέθοντας ἐϋσθενέας θʼ ἅμα ταύρους,
  3. σὺν δʼ ὄϊάς τε σύας τʼ ἔβαλον βρίθοντας ἀλοιφῇ·
  4. φάρεα δʼ ἐκ χηλῶν φέρον ἄσπετα κωκύουσαι
  5. δμωιάδες, καὶ πάντα πυρῆς καθύπερθε βάλοντο,
  6. χρυσόν τʼ ἤλεκτρόν τʼ ἐπενήεον· ἀμφί δέ χαίτας
  7. Μυρμιδόνες κείραντο, νέκυν δʼ ἐκάλυψαν ἄνακτος·
  8. καὶ δʼ αὐτὴ Βρισηὶς ἀκηχεμένη περὶ νεκρῷ
  9. κειραμένη πλοκάμους πύματον πόρε δῶρον ἄνακτι.
  10. πολλοὺς δʼ ἀμφιφορῆας ἀλείφατος ἀμφεχέοντο,
  11. ἄλλους δʼ ἀμφὶ πυρῇ μέλιτος θέσαν ἠδὲ καὶ οἴνου
  12. ἡδέος, οὗ μέθυ λαρὸν ὀδώδεε νέκταρι ἶσον.
  13. ἄλλα δὲ πολλὰ βάλοντο θυώδεα θαῦμα βροτοῖσιν,
  14. ὅσσα χθὼν φέρει ἐσθλὰ καὶ ὁππόσα δῖα θάλασσα.
  15. Ἀλλʼ ὅτε δὴ περὶ πάγχυ πυρὴν διεκοσμήσαντο,
  16. πεζοὶ ἅμʼ ἱππήεσσι σὺν ἔντεσιν ἐρρώσαντο
  17. ἀμφὶ πυρὴν πολύδακρυν. ὁ δʼ ἔκποθεν Οὐλύμποιο
  18. Ζεὺς ψεκάδας κατέχευεν ὑπὲρ νέκυν Αἰακίδαο
  19. ἀμβροσίας, δίῃ δὲ φέρων Νηρηίδι τιμὴν
  20. Ἑρμείην προέηκεν ἐς Αἴολον, ὄφρα καλέσσῃ