Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. λαιψηρῶν ἀνέμων ἱερὸν μένος· ἦ γὰρ ἔμελλε
  2. καίεσθʼ Αἰακίδαο νέκυς. τοῦ δʼ αἶψα μολόντος
  3. Αἴολος οὐκ ἀπίθησε· καλεσσάμενος δʼ ἀλεγεινὸν
  4. καρπαλίμως Βορέην Ζεφύροιό τε λάβρον ἀήτην
  5. ἐς Τροίην προέηκε θοῇ θύοντας ἀέλλῃ·
  6. οἱ δὲ θοῶς οἴμησαν ὑπὲρ πόντοιο φέρεσθαι
  7. ῥιπῇ ἀπειρεσίῃ· περὶ δʼ ἴαχεν ἐσσυμένοισι
  8. πόντος ὁμοῦ καὶ γαῖα· περικλονέοντο δʼ ὔπερθε
  9. πάντα νέφη μεγάλοιο διʼ ἠέρος ἀΐσσοντα.
  10. οἱ δὲ Διὸς βουλῇσι δαϊκταμένου ʼ Αχιλῆος
  11. αἶψα πυρῇ ἐνόρουσαν ἀολλέες, ὦρτο δʼ ἀϋτμὴ
  12. Ἡφαίστου μαλεροῖο· γόος δʼ ἀλίαστος ὀρώρει
  13. Μυρμιδόνων· ἄνεμοι δὲ καὶ ἐσσύμενοί περ ἀέλλῃ
  14. πᾶν ἦμαρ καὶ νύκτα νέκυν περιποιπνύοντες
  15. καῖον ἐϋπνείοντες ὁμῶς· ἀνὰ δʼ ἔγρετο πουλὺς
  16. καπνὸς ἔς ἠέρα δῖαν, ἐπέστενε δʼ ἄσπετος ὕλη
  17. δαμναμένη πυρὶ πᾶσα, μέλαινα δὲ γίνετο τέφρη.
  18. οἱ δὲ μέγʼ ἐκτελέσαντες ἀτειρέες ἔργον ἀῆται
  19. εἰς ἑὸν ἄντρον ἕκαστος ὁμοῦ νεφέεσσι φέροντο.
  20. Μυρμιδόνες δʼ, ὅτʼ ἄνακτα πελώριον ὕστατον ἄλλων