Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἰλαδὸν ἀμφὶ νέκυν μεγάλῃ βεβαρηότες ἄτῃ·
  2. ἀλλʼ οὐχ ὕπνος ἔμαρπτε θεήν Θέτιν· ἄγχι δέ παιδὸς
  3. ἧστο σὺν ἀθανάτῃς Νηρηίσιν· ἀμφὶ δὲ Μοῦσαι
  4. ἀχνυμένην ἀνὰ θυμὸν ἀμοιβαδὶς ἄλλοθεν ἄλλη
  5. πολλὰ παρηγορέεσκον, ὅπως λελάθοιτο γόοιο.
  6. ἀλλʼ ὅτε καγχαλόωσα διʼ αἰθέρος ἤλυθεν ἠὼς
  7. λαμπρότατον πᾶσίν τε φάος Τρῶεσσι φέρουσα
  8. καὶ Πριάμῳ—Δαναοὶ δὲ μέγʼ ἀχνύμενοι Ἀχιλῆα
  9. κλαῖον ἐπʼ ἤματα πολλά, περιστενάχοντο δὲ μακραὶ
  10. ἠιόνες πόντοιο, μέγας δʼ ὀλοφύρετο Νηρεὺς
  11. ἦρα φέρων κούρῃ Νηρηίδι, σὺν δέ οἱ ἄλλοι
  12. εἰνάλιοι μύροντο θεοὶ φθιμένου Ἀχιλῆος—
  13. καὶ τότε δὴ μεγάλοιο νέκυν Πηληιάδαο
  14. Ἀργεῖοι πυρὶ πυρὶ δῶκαν ἀάσπετα νηήσαντες
  15. δοῦρα, τά οἱ φορέοντες ἀπʼ οὔρεος Ἰδαίοιο
  16. πάντες ὁμῶς ἐμόγησαν, ἐπεί σφεας ὀτρύνοντες
  17. Ἀτρεῖδαι προέηκαν ἀπείριτον οἰσέμεν ὕλην,
  18. ὄφρα θοῶς καίοιτο νέκυς κταμένου Ἀχιλῆος.
  19. ἀμφὶ δὲ τεύχεα πολλὰ πυρῇ περινηήσαντο
  20. αἰζηῶν κταμένων, πολλοὺς δʼ ἐφύπερθε βάλοντο