Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. βριθύτερον δʼ ἄρʼ ἔθηκε δέμας καὶ ἄρειον ἰδέσθαι.
  2. Ἀργείους δʼ ἕλε θάμβος ὁμιλαδὸν ἀθρήσαντας
  3. Πηλείδην ζώοντι πανείκελον, ὅς ῥʼ ἐπὶ λέκτροις
  4. ἐκχύμενος μάλα πουλὺς ἄδην εὕδοντι ἐῴκει.
  5. ἀμφὶ δέ μιν μογεραὶ ληίτιδες, ἅς ῥά ποτʼ αὐτός
  6. Λῆμνόν τε ζαθέην Κιλίκων τʼ αἰπὺ πτολίεθρον
  7. Θήβην Ἠετίωνος ἑλὼν ληίσσατο κούρας,
  8. ἱστάμεναι γοάασκον ἀμύσσουσαι χρόα καλόν,
  9. στήθεά τʼ ἀμφοτέρῃσι πεπληγυῖαι παλάμῃσιν
  10. ἐκ θυμοῦ στενάχεσκον ἐΰφρονα Πηλείωνα·
  11. τὰς γὰρ δὴ τίεσκε καί ἐκ δηΐων περ ἐούσας·
  12. πασάων δʼ ἔκπαγλον ἀκηχεμένη κέαρ ἔνδον
  13. Βρισηὶς παράκοιτις ἐϋπτολέμου Ἀχιλῆος
  14. ἀμφὶ νέκυν στρωφᾶτο καὶ ἀμφοτέρῃς παλάμῃσι
  15. δρυπτομένη χρόα καλὸν ἀΰτεεν· ἐκ δʼ ἁπαλοῖο
  16. δτήθεος αἱματόεσσαι ἀνὰ σμώδιγγες ἄερθεν
  17. θεινομένης· φαίης κεν ἐπὶ γλάγος αἷμα χέασθαι
  18. φοίνιον· ἀγλαΐη δέ καὶ ἀχνυμένης ἀλεγεινῶς
  19. ἱμερόεν μάρμαιρε· χάρις δέ οἱ ἄμφεχεν εἶδος·
  20. τοῖον δʼ ἔκφατο μῦθον ὀϊζυρὸν γοόωσα·