Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. σήμερον· οὐ γὰρ ἔτʼ αὖθις ἐρωήσει τις Ἀχαιοὺς
  2. κλαυθμοῦ ἄδην κορέσασθαι ἐπʼ ἤματα πολλὰ γοῶντας.
  3. ἀλλʼ ἄγε δὴ βρότον αἰνὸν ἀταρβέος Αἰακίδαο
  4. λούσαντες λεχέεσσʼ ἐνιθείομεν· οὐ γὰρ ἔοικεν
  5. αἰσχύνειν ἐπὶ δηρὸν ἀκηδείῃσι θανόντας.
  6. καὶ τὰ μὲν ὣς ἐπέτελλε περίφρων Νηλέος υἱός·
  7. αὐτὰρ ὅ γʼ οἷς ἑτάροισιν ἐπισπέρχων ἐκέλευεν
  8. ὕδατος ἐν πυρὶ θέντας ἄφαρ κρυεροῖο λέβητας
  9. θερμῆναι λοῦσαί τε νέκυν, περί θʼ εἵματα ἕσσαι
  10. καλά, τά οἱ πόρε παιδὶ φίλῳ ἁλιπόρφυρα μήτηρ
  11. ἐς Τροίην ἀνιόντι. θοῶς δʼ ἐπίθησαν ἄνακτι·
  12. ἐνδυκέως δʼ ἄρα πάντα πονησάμενοι κατὰ κόσμον
  13. κάτθεσαν ἐν κλισίῃσι δεδουπότα Πηλείωνα.
  14. τὸν δʼ ἐσιδοῦσʼ ἐλέησε περίφρων Τριτογένεια·
  15. στάζε δʼ ἄρʼ ἀμβροσίην κατὰ κράατος, ἥν ῥά τέ φασι
  16. δηρὸν ἐρυκακέειν νεαρὸν χρόα κηρὶ δαμέντων·
  17. θῆκε δʼ ἄρ ἐρσήεντα καὶ εἴκελον ἀμπνείοντι·
  18. σμερδαλὲον δʼ ἄρʼ ἐπισκύνιον νεκρῷ περ ἐτευξεν,
  19. οἶόν τʼ ἀμφʼ ἑτάροιο δαϊκταμένου Πατρόκλοιο
  20. χωομένῳ ἐπέκειτο κατὰ βλοσυροῖο προσώπου·