Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὦ μοι ἐγὼ πάντων περιώσιον αἰνὰ παθοῦσα·
  2. οὐ γάρ μοι τόσσον περ ἐπήλυθεν ἄλλο τι πῆμα,
  3. οὔτε κασιγνήτων οὔτʼ εὐρυχόρου περὶ πάτρης,
  4. ὅσσον σεῖο θανόντος· ἐπεὶ σύ μοι ἱερὸν ἦμαρ
  5. καὶ φάος ἠελίοιο πέλες καὶ μείλιχος αἰὼν
  6. ἐλπωρή τʼ ἀγαθοῖο καὶ ἄσπετον ἄλκαρ ἀνίης
  7. πάσης τʼ ἀγλαΐης πολὺ φέρτερος ἠδὲ τοκήων
  8. ἔπλεο· πάντα γάρ οἶος ἔης δμωῇ περ ἐούσῃ·
  9. καί ῥά μʼ ἔθηκας ἄκοιτιν ἐλὼν ἄπο δούλια ἔργα.
  10. νῦν δέ τις ἐν νήεσσιν Ἀχαιῶν ἄξεται ἄλλος
  11. Σπάρτην εἰς ἐρίβωλον ἤ ἐς πολυδίψιον Ἄργος·
  12. καί νύ κεν ἀμφιπολεῦσα κακὰς ὑποτλήσομʼ ἀνίας
  13. σεῦ ἀπονοσφισθεῖσα δυαάμμορος· ὡς ὄφελόν με
  14. γαῖα χυτή ἐκάλυψε, πάρος δέο πότμον ἰδέσθαι.
  15. ὣς ἡ μὲν δμηθέντʼ ὀλοφύρετο Πηλείωνα
  16. δμωῇς σὺν μογερῇσι καί ἀχνυμένοισιν Ἀχαιοῖς
  17. μυρομένη καὶ ἄνακτα καὶ ἀνέρα· τῆς δʼ ἀλεγεινὸν
  18. οὔποτʼ ἐιέρσετο δάκρυ, κατείβετο δʼ ἄχρις ἐπʼ οὖδας
  19. ἐκ βλεφάρων, ὡσεί τε μέλαν κατὰ πίδακος ὕδωρ
  20. πετραίης, ἦς πουλὺς ὕπερ παγετός τε χιών τε