Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. θέλγεις, ὃς κατένευσας ἐμοὶ Πριάμοιο ἄνακτος
  2. ἄστυ διαπραθέειν, νῦν δʼ οὐ τελέεις ὅσʼ ὑπέστης,
  3. ἀλλὰ λίην ἀπάφησας ἐμὰς φρένας· οὐ γὰρ ὀΐω
  4. εὑρέμεναι πολέμοιο τέκμωρ φθιμένου Ἀχιλῆος.
  5. ὣς ἔφατʼ ἀχνύμενος κέαρ ἔνδοθεν· ἀμφὶ δὲ λαοὶ
  6. κώκυον ἐκ θυμοῖο θρασὺν περὶ Πηλείωνα·
  7. τοῖς δʼ ἄρʼ ἐπεβρόμεον νῆες περιμυρομένοισιν·
  8. ἠχὴ δʼ ἄσπετος ὦρτο διʼ αἰθέρος ἀκαμάτοιο.
  9. ὡς δʼ ὅτε κύματα μακρὰ βίῃ μεγάλου ἀνέμοιο
  10. ὀρνύμενʼ ἐκ πόντοιο πρὸς ἠιόνας φορέονται
  11. σμερδαλέον, πάντη δἐ προσαγνυμένης ἁλὸς αἰεὶ
  12. ἀκταὶ ὁμῶς ῥηγμῖσιν ἀπειρέσιαι βοόωσι·
  13. τοῖος ἄρʼ ἀμφὶ νέκυν Δαναῶν στόνος αἰνὸς ὀρώρει
  14. μυρομένων ἄλληκτον ἀταρβέα Πηλείωνα.
  15. καί σφιν ὀδυρομένοισα τάχʼ ἤλυθε κυανέη νύξ,
  16. εἰ μὴ ἄρʼ Ἀτρείδην προσεφώνεε Νηλέος υἱὸς
  17. Νέστωρ, ὅς ῥά τʼ ἔχεσκεν ἐνὶ φρεσὶ μυρίου ἄλγος
  18. μνησάμενος σφοῦ παιδὸς ἐΰφρονος Ἀντιλόχοιο·
  19. Ἀργείων σκηπτοῦχε μέγα κρατέων Ἀγάμεμνον,
  20. νῦν μὲν ἀποσχώμεσθα δυσηχέος αἶψα γόοιο