Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- νῦν δὲ σύγʼ οἴχῃ ἄϊστος ὑπὸ ζόφον· ἀμφὶ δʼ ἐμὸν κῆρ
- ἄχνυτʼ ὀϊζυρῶς, ἐπεὶ ἦ νύ με κῆδος [*](Zimmermann, for qumo\s of MSS.) ἰάπτει
- λευγαλέον· τὸ καὶ εἴθε καταφθίσειε γοῶντα
- πρὶν Πηλῆα πυθέσθαι ἀμύμονα, τόν περ ὀΐω
- κωκύσειν ἀλίαστον, ὅτʼ ἀμφί ἑ φῆμις ἵκηται·
- οἴκτιστον γὰρ νῶιν ὑπὲρ σέθεν ἔσσεται ἄλγος
- πατρί τε σῷ καὶ ἐμοί, τοί περ μέγα σεῖο θανόντος
- ἀχνύμενοι τάχα γαῖαν ὑπὲρ Διὸς ἄσχετον Αἶσαν
- δυσόμεθʼ ἐσσυμένως· καί κεν πολὺ λώιον εἴη,
- ἢ ζώειν ἀπάνευθεν ἀοσσητῆρος ἑοῖο.
- ἦ ῥʼ ὁ γέρων ἀλίαστον ἐνὶ φρεσὶ πένθος ἀέξων.
- πὰρ δέ οἱ Ἀτρείδης ὀλοφύρετο δάκρυα χεύων·
- ᾤμωξεν δʼ ὀδύνῃσι μέγʼ αἰθόμενος κέαρ ἔνδον·
- ὤλεο, Πηλείδη, Δαναῶν μέγα φέρτατε πάντων,
- ὤλεο, καὶ στρατὸν εὐρὺν ἀνερκέα θῆκας Ἀχαιῶν·
- ῥηίτεροι δʼ ἄρα σεῖο καταφθιμένοιο πέλονται
- δυσμενέσιν· σὺ δὲ χάρμα πεσὼν μέγα Τρωσὶν ἔθηκας,
- οἵ σε πάρος φοβέοντο λέονθʼ ὡς αἰόλα μῆλα·
- νῦν δʼ ἐπὶ νηυσὶ θοῇσι λιλαιόμενοι μαχέονται.
- Ζεῦ πάτερ, ἦ ῥά τι καὶ σὺ βροτοὺς ψευδέσσι λόγοισι