Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- Φοῖνιξ δʼ δὖθʼ ὁ γεραιὸς ἀάσπετα κωκύεσκεν
- ἀμφιχυθεὶς δέμας ἠῢ θρασύφρονος Αἰακίδαο·
- καί ῥʼ ὀλοφυδνὸν ἄϋσε μέγʼ ἀχνύμενος πινυτὸν κῆρ·
- ὤλεό μοι, φίλε τέκνον, ἐμοὶ δʼ ἄχος αἰὲν ἄφυκτον
- κάλλιπες· ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει
- πρὶν σέο πότμον ἰδέσθαι ἁμείλιχον· οὐ γὰρ ἔμοιγε
- ἄλλο χερειότερον ποτʼ ἐσήλυθεν ἐς φρένα πῆμα,
- οὐδʼ ὅτε πατρίδʼ ἐμὴν λιπόμην ἀγανούς τε τοκῆας
- φεύγων ἐς Πηλῆα διʼ Ἑλλάδος, ὅς μʼ ὑπέδεκτο,
- καί μοι δῶρα πόρεν, Δολόπεσσι δὲ θῆκεν ἀνάσσειν
- καὶ σέ γʼ ἐν ἀγκοίνῃσι φορεύμενος ἀμφὶ μέλαθρον
- κόλπῳ ἐμῷ κατέθηκε καὶ ἐνδυκέως ἐπέτελλε
- νηπίαχον κομέειν, ὡσεὶ φίλον υἷα γεγῶτα·
- τῷ πιθόμην· σὺ δʼ ἐμοῖσι περὶ στέρνοισι γεγηθὼς
- πολλάκι παππάζεσκες ἔτʼ ἄκριτα χείλεσι βάζων,
- καί μευ νηπιέῃσιν ἄδην ἐνὶ σῇσι δίηνας
- στήθεά τʼ ἠδὲ χιτῶνας· ἔχον δέ σε χερσὶν ἐμῇσι
- πολλὸν καγχαλόων, ἐπεὶ ἦ νύ μοι ἦτορ ἐώλπει
- θρέψειν κηδεμονῆα βίου καὶ γήραος ἄλκαρ.
- καὶ τὰ μὲν ἐλπομένῳ βαιὸν χρόνον ἔπλετο πάντα.