Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. βαιὸν ἔτʼ ἀμπνείοντα καὶ ἀργαλέον στενάχοντα·
  2. οὐδὲ μὲν ἔντἐ ἄνακτος ἑκὰς λίπον, ἀλλὰ καὶ αὐτὰ
  3. ἐκ πεδίοιο κόμισσαν ἑῷ βασιλῆι φέροντες.
  4. τῷ δʼ Αἴας ἐπὶ μακρὸν ἀΰτεεν ἀσχαλόων κῆρ·
  5. ὦ κύον, ὡς θανάτοιο βαρὺ σθένος ἐξυπάλυξας
  6. σήμερον· ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ
  7. ἤ τινος Ἀργείων ὑπὸ χείρεσιν ἢ ἐμεῦ αὐτοῦ.
  8. νῦν δʼ ἐμοὶ ἄλλα μέμηλε περὶ φρεσίν, ὡς Ἀχιλῆος
  9. ἐκ φόνου ἀργαλέοιο νέκυν Δαναοῖσι σαώσω.
  10. ὣς εἰπὼν δηΐοισι κακὰς ἐπὶ κῆρας ἴαλλεν,
  11. οἵ ῥʼ ἔτι δηριόωντο νέκυν πέρι Πηλείωνος.
  12. οἱ δέ οἱ ὡς ἄθρησαν ὑπὸ σθεναρῇσι χέρεσσι
  13. πολλοὺς ἐκπνείοντας, ὑπέτρεσαν οὐδʼ ἔτʼ ἔμιμνον,
  14. οὐτιδανοῖς γύπεσσιν ἐοικότες, οὕς τε φοβήσῃ
  15. αἰετὸς οἰωνῶν προφερέστατος, εὖτʼ ἐν ὄρεσσι
  16. πώεα δαρδάπτωσι λύκοις ὕπο δῃωθέντα·
  17. ὣς τοὺς ἄλλυδις ἄλλον ἀπεσκέδασε θρασὺς Αἴας
  18. χερμαδίοισι θοοῖσι καὶ ἄορι καὶ μένεϊ ᾧ.
  19. οἱ δὲ μέγα τρομέοντες ἀπὸ πτολέμοιο φέβοντο
  20. πανσυδίῃ, ψήρεσσιν ἐοικότες, οὕς τε δαΐζων