Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- τοῦ δʼ ἑτάροις ἐπόρουσε καὶ οὐτάμενός περ Ὀδυσσεύς,
- οὐδʼ ἀπέληγε μόθοιο δυσηχέος. ὥς δὲ καὶ ἄλλοι
- πάντες ὁμῶς ἐπιμὶξ Δαναοὶ μέγαν ἀμφʼ Ἀχιλῆα
- προφρονέως ἐμάχοντο, πολύν δʼ ὑπὸ χείρεσι λαὸν
- ἐσσυμένως ἐδάϊζον ἐϋξέστῃς μελίῃσιν.
- εὖτʼ ἄνεμοι θοὰ φύλλα κατὰ χθονὸς ἀμφιχέωνται
- λάβρον ἐπιβρίσαντες ἀνʼ ἄλσεα ὑλήεντα
- ἀρχομένου λυκάβαντος, ὅτε φθινύθουσιν ὀπῶραι·
- ὥς τοὺς ἐγχείῃσι βάλον Δαναοὶ μενεχάρμαι·
- μέμβλετο γὰρ πάντεσσιν Ἀχιλλέος ἀμφὶ θανόντος,
- ἐκπάγλως δʼ Αἴαντι δαΐφρονι· τοὔνεκʼ ἄρʼ ἔμπης
- Τρῶας ἄδην ἐδάϊζε κακῇ ἐναλίγκοις Αἴσῃ.
- τῷ δʼ ἔπι τόξ̓ ἐτίταινε Πάρις· τὸν δʼ αἶψα νοήσας
- κάββαλε χερμαδίῳ κατὰ κράατος· ἐν δʼ ἄρʼ ἔθλασσεν
- ἀμφίφαλον κυνέην ὀλοὸς λίθος· ἀμφὶ δέ μιν νὺξ
- μάρψεν. ὁ δʼ ἐν κονίῃσι κατήριπεν, οὐδέ οἱ ἰοὶ
- ἤρκεσαν ἱεμένῳ· ἐκέχυντο δʼ ἄρʼ ἄλλυδις ἄλλοι
- ἐν κονίῃ, κενεὴ δὲ παρεκτετάνυστο φαρέτρη·
- τόξον δʼ ἔκφυγε χεῖρε. φίλοι δέ μιν ἁρπάξαντες
- ἵπποις Ἑκτορέοισι φέρον ποτὶ Τρώιον ἄστυ