Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. κίρκος ἐπισσεύει, τοὶ δʼ ἰλαδὸν ἄλλος ἐπʼ ἄλλῳ
  2. ταρφέες ἀΐσσουσιν ἀλευόμενοι μέγα πῆμα·
  3. ὣς οἵ γʼ ἐκ πολέμοιο ποτὶ Πριάμοιο πόληα
  4. φεῦγον ὀϊζυρῶς ἐπιειμένοι ἀκλέα φύζαν
  5. Αἴαντος μεγάλοιο περιτρομέοντες ὁμοκλήν,
  6. ὅς ῥʼ ἕπετʼ ἀνδρομέῳ πεπαλαγμένος αἵματι χεῖρας.
  7. καί νύ κε δὴ μάλα πάντας ἐπασσυτέρους ἀπόλεσσεν,
  8. εἰ μὴ πεπταμένῃσι πύλῃς ἐσέχυντο πόληα
  9. βαιὸν ἀναπνείοντες, ἐπεὶ φόβος ἦτορ ἵκανε·
  10. τοὺς δʼ ἔλσας ἀνὰ ἄστυ, νομεὺς ὡς αἰόλα μῆλα,
  11. ἤϊεν ἐς πεδίον, χθόνα δʼ οὐ ποσὶ μάρπτεν ἑοῖσιν
  12. ἐμβαίνων τεύχεσσι καὶ αἵματι καὶ κταμένοισι·
  13. κεῖτο γὰρ εὐρὺς ὅμιλος ἀπειρεσίῃ ἐπὶ γαίῃ
  14. ἄχρις ἐφʼ Ἑλλήσποντον ἀπʼ εὐρυχόροιο πόληος
  15. αἰζηῶν κταμένων, ὁπόσους λάχε δαίμονος Αἶσα.
  16. ὡς δʼ ὅτε λήιον αὖον ὑπʼ ἀμητῆρσι πέσῃσι
  17. πυκνὸν ἐόν, τὰ δὲ πολλὰ καταυτόθι δράγματα κεῖται
  18. βριθόμενα σταχύεσσι, γέγηθε δὲ θυμὸς ἐπʼ ἔργῳ
  19. ἀνέρος εἰσορόωντος, ὅτις κλυτὸν οὖδας ἔχῃσιν·
  20. ὣς οἵ γʼ ἀμφοτέρωθε κακῷ δμηθέντες ὀλέθρῳ