Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀλλά οἱ ἀμφεμάχοντο περισταδὸν ἀΐσσοντες
  2. αἰὲν ἐπασσύτεροι, τανυχειλέες εὖτε μέλισσαι,
  3. αἱ ῥά θʼ ἑὸν περὶ σίμβλον ἀπειρέσιαι ποτέωνται
  4. ἄνδρʼ ἀπαμυνόμεναι, ὁ δʼ ἄρʼ οὐκ ἀλέγων ἐπιούσας
  5. κηροὺς ἐκτάμνησι μελίχροας, αἱ δʼ ἀκάχονται
  6. καπνοῦ ὑπὸ ῥιπῆς ἠδʼ ἀνέρος, ἀλλʼ ἄρα καὶ ὣς
  7. ἀντίαι ἀΐσσουσιν, ὁ δʼ οὐκ ὄθετʼ οὐδʼ ἄρα βαιόν·
  8. ὣς Αἴας τῶν οὔτι μάλʼ ἐσσυμένων ἀλέγιζεν,
  9. ἀλλʼ ἄρα πρῶτον ἐνήραθʼ ὑπὲρ μαζοῖο τυχήσας
  10. Μαιονίδην Ἀγέλαον, ἔπειτα δὲ Θέστορα δῖον.
  11. εἷλε δʼ ἄρʼ Ὠκύθοον καὶ Ἀγέστρατον ἠδʼ Ἀγάνιππον
  12. ζωρόν τε Νίσσον τε περικλειτόν τʼ Ἐρύμαντα,
  13. ὅς Λυκίηθεν ἵκανεν ὑπὸ μεγαλήτορι Γλαύκῳ,
  14. ναῖε δʼ ὅ γʼ αἰπεινὸν Μελανίππιον ἱρὸν Ἀθήνης
  15. ἀντία Μασσικύτοιο Χελιδονίης σχεδὸν ἄκρης,
  16. τὴν μέγʼ ὑποτρομέουσι τεθηπότες εἰν ἁλὶ ναῦται,
  17. εὖτε περιγνάμπτωσι μάλα στυφελὰς περὶ πέτρας.
  18. τοῦ δʼ ἄρʼ ἀποφθιμένοιο κλυτὸς πάϊς Ἱππολόχοιο
  19. παχνώθη κατὰ θυμόν, ἐπεί ῥά οἱ ἔσκεν ἑταῖρος·
  20. καί ῥα θοῶς Αἴαντα κατʼ ἀσπίδα πουλυβόειαν