Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. καί μιν Τρωιάδες μεγάλα φρεσὶ καγχαλόωσαι
  2. ἀμφιπεριστήσονται ἀνὰ πτόλιν, ἠΰτε λυγραὶ
  3. πορδάλιες τεκέων κεχολωμέναι ἠὲ λέαιναι
  4. ἀνδρὶ πολυκμήτῳ μογερῆς ἐπιίστορι θήρης·
  5. ὣς Τρῳαὶ περὶ νεκρὸν ἀποκταμένου Ἀχιλῆος
  6. ἀθρόαι ἀΐξουσιν ἀπειρέσιον κοτέουσαι,
  7. αἱ μὲν ὑπὲρ τοκέων κεχολωμέναι, αἱ δὲ καὶ ἀνδρῶν,
  8. αἱ δʼ ἄρʼ ὑπὲρ παίδων, αἱ δὲ γνωτῶν ἐριτίμων.
  9. γηθήσει δὲ μάλιστα πατὴρ ἐμὸς ἠδὲ γέροντες,
  10. ὅσσους οὐκ ἐθέλοντας ἐν ἅστεϊ γῆρας ἐρύκει,
  11. τόνδʼ ἡμεῖς εἴπερ τε ποτὶ πτόλιν εἰρύσσαντες
  12. θήσομεν οἰωνοῖσιν ἀερσιπέτῃσιν ἐδωδήν.
  13. ὣς φάτο· τοὶ δὲ νέκυν κρατερόφρονος Αἰακίδαο
  14. ἄμφεβαν ἐσσυμένως, οἵ μιν φοβέοντο πάροιθεν,
  15. Γλαῦκός τʼ Αἰνείας τε καὶ ὀβριμόθυμος Ἀγήνωρ
  16. ἄλλοι τʼ οὐλομένοιο δαήμονες ἰωχμοῖο,
  17. εἰρύσσαι μεμαῶτες ἐς Ἰλίου ἱερὸν ἄστυ.
  18. ἀλλά οἱ οὐκ ἀμέλησε θεοῖς ἐναλίγκιος Αἴας,
  19. ἀλλὰ θοῶς περίβη· πάντας δʼ ὑπὸ δούρατι μακρῷ
  20. ὤθει ἀπὸ νέκυος. τοὶ δʼ οὐκ ἀπέληγον ὁμοκλῆς,