Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- οὔτασεν, ἀλλά οἱ οὔτι διήλασεν ἐς χρόα καλόν·
- ῥινοὶ γάρ μιν ἔρυντο βοῶν καὶ ὑπʼ ἀσπίδι θώρηξ,
- ὅς ῥά οἱ ἀκαμάτοισι περὶ μελέεσσιν ἀρήρει.
- Γλαῦκος δʼ οὐκ ἀπέληγεν ἀταρτηροῖο κυδοιμοῦ
- Αἰακίδην Αἴαντα δαμασσέμεναι μενεαίνων,
- καί οἱ ἐπευχόμενος μέγʼ ἀπείλεεν ἄφρονι θυμῷ·
- Αἶαν, ἐπεί νύ σέ φασι μέγʼ ἔξοχον ἔμμεναι ἄλλων
- Ἀργείων, σοὶ δʼ αἰὲν ἐπιφρονέουσι μάλιστα
- ἄσπετον, ὡς Ἀχιλῆι δαΐφρονι, τῷ σε θανόντι
- οἴω συνθανέεσθαι ἐπʼ ἤματι τῷδε καὶ αὐτόν.
- ὥς ἔφατʼ ἀκράαντον ἱεὶς ἔπος· οὐδέ τι ᾔδη,
- ὅσσον ἀμείνονος ἀνδρὸς ἐναντίον ἔγχος ἐνώμα.
- τὸν δʼ ὑποδερκόμενος προσέφη μενεδήιος Αἴας·
- ἆ δείλʼ, οὔ νύ τι οἶδας, ὅσον σέο φέρτερος Ἕκτωρ
- ἔπλετʼ ἐνὶ πτολέμοισι; μένος δʼ ἀλέεινε καὶ ἔγχος
- ἡμέτερον· πινυτὲν γὰρ ὁμῶς ἔχε κάρτεϊ θυμόν.
- σοὶ δʼ ἤτοι νόος ἐστὶ ποτὶ ζόφον, ὅς ῥά μοι ἔτλης
- ἐς μόθον ἐλθέμεναι μέγʼ ἀμείνονί περ γεγαῶτι·
- οὐ γάρ μευ ξεῖνος πατρώιος εὔχεαι εἶναι,
- οὐδέ με δωτίνῃσι παραιφάμενος πολέμοιο