Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. δήιοι εἰσορόωντες ἀπειρέσιον τρομέεσκον·
  2. ὡς δʼ ὅτε θῆρα δαφοινὸν ὑπʼ αἰζηοῖσι δαμέντα
  3. μῆλα περιτρομέουσι παρὰ σταθμὸν ἀθρήσαντα
  4. βλήμενον, οὐδέ οἱ ἄγχι παρελθέμεναι μεμάασιν,
  5. ἀλλά μιν ὡς ζώοντα νέκυν περιπεφρίκασιν·
  6. ὣς Τρῶες φοβέοντο καὶ οὐκέτʼ ἐόντʼ Ἀχιλῆα.
  7. ἀλλὰ καὶ ὣς ἐπέεσσι Πάρις μέγα θαρσύνεσκε
  8. λαόν, ἐπεὶ φρεαὶν ᾗσιν ἐγήθεεν· ἦ γὰρ ἐώλπει
  9. Ἀργείους παύσασθαι ἀμαιμακέτοιο κυδοιμοῦ
  10. Πηλείδαο πεσόντος· ὁ γὰρ Δαναοῖς πέλεν ἀλκή·
  11. ὦ φίλοι, εἰ ἐτεόν μοι ἀρήγετε εὐμενέοντες,
  12. σήμερον ἠὲ θάνωμεν ὑπʼ Ἀργείοισι δαμέντες,
  13. ἠὲ σαωθέντες ποτὶ Ἴλιον εἰρύσσωμεν
  14. ἵπποις Ἑκτορέοισι δεδουπότα Πηλείωνα,
  15. οἵ μʼ ἐς δηιοτῆτα κασιγνήτοιο θανόντος
  16. ἀχνύμενοι φορέουσιν ἑὸν ποθέοντες ἄνακτα·
  17. τοῖς εἴ πως ἐρύσαιμεν Ἀχιλλέα δῃωθέντα,
  18. ἵπποις μὲν μέγα κῦδος ὀρέξομεν ἠδὲ καὶ αὐτῷ
  19. Ἕκτορι, εἴ γέ τίς ἐστι κατʼ Ἄϊδος ἀνθρώποισιν
  20. ἢ νόος ἠὲ θέμιστες· ὁ γὰρ κακὰ μήσατο Τρῶας.