Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἐκπνείων, αἰχμὴ δὲ διʼ οὔατος ἐξεφαάνθη.
  2. καὶ τοὺς μὲν κατέπεφνε καταντίον ἀΐσσοντας
  3. δῖος ἀνήρ· πολλῶν δὲ καὶ ἄλλων θυμὸν ἔλυσε
  4. φευγόντων· ἔτι γάρ οἱ ἐνὶ φρεσὶν ἔζεεν αἷμα.
  5. ἀλλʼ ὅτε οἱ ψύχοντο μέλη καὶ ἀπήιε θυμός,
  6. ἔστη ἐρεισάμενος μελίῃ ἔπι· τοὶ δʼ ἐπέτοντο
  7. πανσυδίῃ τρομέοντες, ὁ δέ σφισι τοῖον ὁμόκλα·
  8. ἆ δειλοὶ Τρῶες καὶ Δάρδανοι, οὐδὲ θανόντος
  9. ἔγχος ἐμὸν φεύξεσθε ἀμείλιχον, ἀλλʼ ἅμα πάντες
  10. τίσετʼ ἄρʼ αἰνὸν ὄλεθρον Ἐριννύσιν ἡμετέρῃσιν.
  11. ὣς φάτο· τοὶ δʼ ἀΐοντες ὑπέτρεσαν, εὖτʼ ἐν ὄρεσσι ὄρεσσι
  12. φθόγγον ἐριβρύχοιο νεβροὶ τρομέωσι λέοντος
  13. δείλαιοι μέγα θῆρα πεφυζότες· ὣς ἄρα λαοὶ
  14. Τρώων ἱπποπόλων ἠδʼ ἀλλοδαπῶν ἐπικούρων
  15. ὑστατίην Ἀχιλῆος ὑποτρομέεσκον ὁμοκλήν,
  16. ἐλπόμενοί μιν ἔτʼ ἔμμεν ἀνούτατον. ὃς δʼ ὑπὸ πότμῳ
  17. θυμὸν τολμήεντα καὶ ὄβριμα γυῖα βαρυνθεὶς
  18. ἤριπεν ἀμφὶ νέκυσσιν ἀλίγκιος οὔρεϊ μακρῷ·
  19. γαῖα δʼ ὑπεπλατάγησε, καὶ ἄσπετον ἔβραχε τεύχη
  20. Πηλείδαο πεσόντος ἀμύμονος. οἱ δʼ ἔτι θυμῷ