Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἔζεεν αἷμα κελαινὸν ἐελδομένοιο μάχεσθαι.
  2. οὐδʼ ἄρα οἱ Τρώων τις ἐτόλμα ἐγγὺς ἱκέσθαι
  3. βλημένου, ἀλλʼ ἀπάνευθεν ἀφέστασαν, εὖτε λέοντος
  4. ἀγρόται ἐν ξυλόχοισι τεθηπότες, ὅν τε βάλῃσι
  5. θηρητήρ, ὁ δʼ ἄρʼ οὔτι πεπαρμένος ἦτορ ἄκοντι
  6. λήθεται ἠνορέης, ἀλλὴ στρέφετʼ ἄγριον ὄμμα
  7. σμερδαλέον βλοσυρῇσιν ὑπαὶ γενύεσσι βεβρυχώς.
  8. ὣς ἄρα Πηλείδαο χόλος καὶ λοίγιον ἕλκος
  9. θυμὸν ἄδην ὀρόθυνε· θεοῦ δέ μιν ἰὸς ἐδάμνα.
  10. ἀλλὰ καὶ ὣς ἀνόρουσε καὶ ἔνθορε δυσμενέεσσι
  11. πάλλων ὄβριμον ἔγχος· ἕλεν δʼ Ὀρυθάονα δῖον,
  12. Ἕκτορος ἐσθλὸν ἑταῖρον, ἔσω [*](Zimmermann, for ἀνὰ of MSS.) κροτάφοιο τυχήσας·
  13. οὐ γάρ οἱ κόρυς ἔσχε μακρὸν δόρυ, μαιμώωντος [*](Ludsich, for καὶ μεμαῶτος of v.)
  14. ἀλλὰ διʼ αὐτῆς αἶψα καὶ ὀστέου ἔνδον ἵκανεν
  15. ἶνας ἐς ἐγκεφάλοιο, κέδασσε [*](Zimmermann, for κέασε of MSS.) δέ οἱ θαλερὸν κῆρ.
  16. Ἱππόνοον δʼ ἐδάμασσε κατʼ ὀφρύος ἔγχος ἐρείσας
  17. ἐς θέμεθλʼ ὀφθαλμοῖο· χαμαὶ δέ οἱ ἔκπεσε γλήνη
  18. ἐκ βλεφάρων· ψυχὴ δὲ κατʼ Ἄϊδος ἐξεποτήθη.
  19. Ἀλκαθόου δʼ ἄρʼ ἔπειτα διὰ γναθμοῖο περήσας
  20. γλῶσσαν ὅλην ἀνέκερσεν· ὁ δʼ ἐς πέδον ἤριπε γαίης