Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἠδὲ καὶ ὡς Ἥφαιστον ἐΰφρονα χαλκεοτέχνην
  2. δέξαθʼ ἑπῖσι δόμοισιν ἀπʼ Οὐλύμποιο πεσόντα,
  3. αὐτόν τʼ Ἀργικέραυνον ὅπως ὑπελύσατο δεσμῶν·
  4. τῶν μιμνησκόμενοι πανδερκέες Οὐρανίωνες
  5. μητέρʼ ἐμὴν τίουσι Θέτιν ζαθέῳ ἐν Ὀλύμπῳ.
  6. γνώσῃ δʼ ὡς θεός ἐστιν, ἐπὴν δόρυ χάλκεον εἴσω
  7. ἐς τεὸν ἧπαρ ἵκηται ἐμῇ βεβλημένον ἀλκῇ·
  8. Ἕκτορα γὰρ Πατρόκλοιο, σὲ δʼ Ἀντιλόχοιο χολωθεὶς
  9. τίσομαι· οὐ γὰρ ὄλεσσας ἀνάλκιδος ἀνδρὸς ἑταῖρον.
  10. ἀλλὰ τί νηπιάχοισιν ἐοικότες ἀφραδέεσσιν
  11. ἕσταμεν ἡμετέρων μυθεύμενοι ἔργα τοκήων
  12. ἠδʼ αὐτῶν; ἐγγὺς καὶ Ἄρης, ἐγγὺς δὲ καὶ ἀλκή.
  13. ὣς εἰπὼν παλάμῃσι λάβεν πολυμήκετον ἆορ
  14. Μέμνων δʼ αὖθʼ ἑτέρωθι, καὶ ὀτραλέως συνόρουσαν·
  15. τύπτον δʼ ἀλλήλων ἄμοτον φρεσὶ μαιμώωντες
  16. ἀσπίδας, ἃς Ἥφαιστος ὑπʼ ἀμβροσίῃ κάμε τέχνῃ,
  17. πυκνὰ συναΐσσοντες· ἐπέψαυον δὲ λόφοισιν
  18. ἀλλήλαις ἑκάτερθεν ἐρειδόμεναι τρυφάλειαι.
  19. Ζεὺς δὲ μέγʼ ἀμφοτέροισι φίλα φρονέων βάλε κάρτος,
  20. τεῦξε δʼ ἄρʼ ἀκαμάτους καὶ μείζονας, οὐδὲν ὁμοίους