Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀνδράσιν, ἀλλὰ θεοῖσιν· ἔρις δʼ ἐπεγήθεεν ἄμφω.
  2. οἱ δʼ αἰχμὴν μεμαῶτες ἄφαρ χροὸς ἐντὸς ἐλάσσαι
  3. μεσσηγὺς σάκεός τε καὶ ὑψιλόφου τρυφαλείης
  4. πολλάκις ἰθύνεσκον ἑὸν μένος, ἄλλοτε δʼ αὖτε
  5. βαιὸν ὑπὲρ κνημῖδος, ἔνερθε δὲ δαιδαλέοιο
  6. θώρηκος βριαροῖσιν ἀρηρότος ἀμφὶ μέλεσσιν,
  7. ἄμφω ἐπειγόμενοι· περὶ δέ σφισιν ἄμβροτα τεύχη
  8. ἀμφʼ ὤμοις ἀράβησε· βοὴ δʼ ἵκετʼ αἰθέρα δῖον
  9. Τρώων Αἰθιόπων τε καὶ Ἀργείων ἐριθύμων
  10. μαρναμένων ἑκάτερθε· κόνις δʼ ὑπὸ ποσσὶν ὀρώρει
  11. ἄχρις ἐς οὐρανὸν εὐρύν, ἐπεὶ μέγα κίνυτο ἔργου.
  12. Εὖτʼ ὀμίχλη κατʼ ὄρεσφιν ὀρινομένου ὑετοῖο,
  13. ὁππότε δὴ κελάδοντεζ ἐνιπλήθονται ἔναυλοι
  14. ὕδατος ἐσσυμένοιο, βρέμει δʼ ἄρα πᾶσα χαράδρη
  15. ἄσπετον, οἱ δʼ ἄρα πάντες ἐπιτρομέουσι νομῆες
  16. χειμάρρους ὀμίχλην τε φίλην ὀλοοῖσι λύκοισιν
  17. ἠδʼ ἄλλοις θήρεσσιν, ὅσους τρέφει ἄσπετος ὕλη·
  18. ὣς τῶν ἀμφὶ πόδεσσι κόνις πεπότητʼ ἀλεγεινή,
  19. ἥ ῥά τε καὶ φάος ἠῢ κατέκρυφεν ἠελίοιο
  20. αἰθέρʼ ἐπισκιάουσα· κακὴ δʼ ὑπεδάμνατʼ ὀϊζὺς