Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. τοὔνεκά σευ καὶ δῆριν ἀμείλιχον οὐκ ἀλεείνω
  2. εἰδὼς μητέρα δῖαν, ὅσον προφερεστέρη ἐστὶ
  3. Νηρεΐδος, τῆς αὐτὸς ἐρεύχεαι ἔκγονος εἶναι·
  4. ἡ μὲν γὰρ μακάρεσσι καὶ ἀνθρώποισι φαείνει,
  5. τῇ ἐπὶ πάντα τελεῖται ἀτείρεος ἔνδον Ὀλύμπου
  6. ἐσθλά τε καὶ κλυτὰ ἔργα, τά τʼ ἀνδράσι γίνετʼ ὄνειαρ·
  7. ἡ δʼ ἐν ἁλὸς κευθμῶσι καθημένη ἀτρυγέτοισι
  8. ναίει ὁμῶς κήτεσσι μετʼ ἰχθύσι κυδιόωσα
  9. ἄπρηκτος καὶ ἀΐστος· ἐγὼ δέ μιν οὐκ ἀλεγίζω
  10. οὐδέ μιν ἀθανάτῃσιν ἐπουρανίῃσιν ἐΐσκω.
  11. ὣς φάτο· τὸν δʼ ἐνένιπε θρασὺς πάϊς Αἰακίδαο·
  12. ὦ Μέμνον, πῇ νῦν σε κακαὶ φρένες ἐξορόθυναν
  13. ἐλθέμεν ἀντίʼ ἐμεῖο καὶ ἐς μόθον ἰσοφαρίζειν;
  14. ὃς σέο φέρτερός εἰμι βίῃ γενεῇ τε φυῇ τε
  15. Ζνηὸς ὑπερθύμοιο λαχὼν ἀριδείκετον αἷμα
  16. καὶ σθεναροῦ Νηρῆος, ὃς εἰναλίας τέκε καύρας
  17. Νηρεΐδας, τὰς δή ῥα θεοὶ τίουσʼ ἐν Ὀλύμπῳ,
  18. πασάων δὲ μάλιστα Θέτιν κλυτὰ μητιόωσαν,
  19. οὕνεκά που Διόνυσον ἑοῖς ὑπέδεκτο μελάθροις,
  20. ὁππότε δειμαίνεσκε βίην ὀλοοῖο Λυκούργου,