Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἤλυθέ οἱ κατέναντα χολούμενος Ἀντιλόχοιο
  2. ἠδʼ ἄλλων κταμένων· ὁ δʼ ἀνείλετο χείρεσι πέτρην,
  3. τήν ῥα βροτοὶ θέσαν οὖρον ἐϋστάχυος πεδίοιο,
  4. καὶ βάλεν ἀκαμάτοιο κατʼ ἀσπίδα Πηλείωνος
  5. δῖος ἀνήρ· ὁ δʼ ἄρʼ οὔτι τρέσας περιμήκεα πέτρην
  6. σὐτίκα οἱ σχεδὸν ἦλθε μακρὸν δόρυ πρόσθε τιταίνων,
  7. πεζός, ἐπεί ῥά οἱ ἵπποι ἔσαν μετόπισθε κυδοιμοῦ,
  8. καί οἱ δεξιὸν ὦμον ὑπὲρ σάκεος στυφέλιξεν·
  9. ὃς δὲ καὶ οὐτάμενός περ ἀταρβίϊ μάρνατο θυμῷ·
  10. τύψε δʼ ἄρʼ Αἰακίδαο βραχίονα δουρὶ κραταιῷ·
  11. τοῦ δʼ ἐχύθη φίλον αἷμα· χάρη δʼ ἄρʼ ἐτώσιον ἥρως,
  12. καί μιν ἄφαρ προσέειπεν ὑπερφιάλοις ἐπέεσσι·
  13. νῦν σʼ ὀΐω μόρον αἰνὸν ἀναπλήσειν ὑπʼ ὀλέθρῳ
  14. χερσὶν ἐμῇσι δαμέντα καὶ οὐκέτι μῶλον ἀλύξαι.
  15. σχέτλιε, τίπτε σὺ Τρῶας ἀνηλεγέως ὀλέεσκες
  16. πάντων εὐχόμενος πολὺ φέρτατος ἔμμεναι ἀνδρῶν,
  17. μητρός τʼ ἀθανάτης Νηρηίδος; ἀλλὰ σοὶ ἤδη
  18. ἤλυθεν αἴσιμον ἦθαρ, ἐπεὶ θεόθεν γένος εἰμὶ
  19. Ἠοῦς ὄβριμος υἱός, ὃν ἔκποθι λειριόεσσαι
  20. Ἑσπερίδες θρέψαντο παρὰ ῥόον ὠκεανοῖο.