Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. πέτρου ἀπειρεσίοιο, τὸν ὑψόθεν ἀκάματος Ζεὺς
  2. ὤσῃ ἀπὸ κρημνοῖο βαλὼν στονόεντι κεραυνῷ,
  3. τοῦ δʼ ἄρʼ ἀνὰ δρυρὰ πυκνὰ καὶ ἄγκεα μακρὰ ῥαγέντος
  4. βῆσσαι ἐπικτυπέουσι, περιτρομέουσι δʼ ἀνʼ ὕλην,
  5. εἴ που μῆλʼ ὑπένερθε κυλινδομένοιο νέμονται
  6. ἢ βόες ἠέ τινʼ ἄλλα, καὶ ἐξαλέονται ἰόντος
  7. ῥιπὴν ἀργαλέην καὶ ἀμείλιχον· ὣς ἄρʼ Ἀχαιοὶ
  8. Μέμνονος ὄβριμον ἔγχος ἐπεσσυμένοιο φέβοντο.
  9. καὶ τότε δὴ κρατεροῖο μόλε σχεδὸν Αἰακίδαο
  10. Νέστωπ, ἀμφὶ δὲ παιδὶ μέγʼ ἀχνύμενος φάτο μῦθον·
  11. ὦ Ἀχιλεῦ μέγα ἕρκος ἐϋσθενέων Ἀργείων,
  12. ὤλετό μοι φίλος υἱός, ἔχει δέ μοι ἔντεα Μέμνων
  13. τεθνεότος, δείδω δὲ κυνῶν μὴ κῦρμα γένηται·
  14. ἀλλὰ θοῶς ἐπάμυνον, ἐπεὶ φίλος ὅστις ἑταίρου
  15. μέμνηται κταμένοιο καὶ ἄχνυται οὐκέτʼ ἐόντος.
  16. ὣς φάτο· τοῦ δʼ ἀΐπμτπς ὑπὸ φρένας ἔμπεσε πένθος·
  17. Μέμνονα δʼ ὡς ἐνόησεν ἀνὰ στονόεντα κυδοιμὸν
  18. Ἀργείους ἰληδὸν ὑπʼ ἔγχεϊ δηιόωντα,
  19. αὐτίκα κάλλιπε Τρῶας, ὅσους ὑπὸ χερσὶ δάϊξεν
  20. ἀμφʼ ἄλλῃσι φάλαγξι, καὶ ἰσχανόων πολέμοιο