Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἔλπετο γὰρ Τρώεσσι φάος, Δαναοῖσι δὲ πῆμα
  2. ἔσσεσθʼ· ἀλλά ἑ Μοῖρα πολύστονος ἠπερόρευεν
  3. ἐγγύθεν ἱσταμένη καὶ ἐπὶ κλόνον ὀτρύνουσα.
  4. ἀμφὶ δὲ οἱ θεράποντες ἐϋσθενέες πονέοντο,
  5. Ἀλκυονεὺς Νύχιός τε καὶ Ἀσιάδης ἐρίθυμος
  6. αἰχμητής τε Μένεκλος Ἀλέξιππός τε Κλύδων τε
  7. ἄλλοι τʼ ἰωχμοῖο μεμαότες, οἵ ῥα καὶ αὐτοὶ
  8. καρτύναντʼ ἀνὰ δῆριν ἑῷ πίσυνοι βασιλῆι.
  9. καὶ τότε δή ῥα Μένεκλον ἐπεσσύμενον Δαναοῖσι
  10. Νηλείδης κατέπεφνεν. ὁ δʼ ἀσχαλόων ἑτάροιο
  11. Μέμνων ὀβριμόθυμος ἐνήρατο πουλὺν ὅμιλον·
  12. ὡς δʼ ὅτε τις κραιπνῇσιν ἐπιβρίσας ἐλάφοισι
  13. θηρητὴρ ἐν ὄρεσσι λίνων ἔντοσθεν ἐρεμνῶν
  14. ἰλαδὸν ἀγρομένῃσιν ἐς ὑστάτιον δόλον ἄγρης
  15. αἰζηῶν ἰότητι, κύνες δʼ ἐπικαγχαλόωσιν,
  16. πυκνὸν ὑλακτιόωντες, ὁ δʼ ἐμμεμαὼς ὑπʼ ἄκοντι
  17. κεμμάσιν ὠκυτάτῃσι φόνον στονόεντα τίθησιν·
  18. ὣς Μέμνων ἐδάϊζε πολὺν στρατόν· ἀμφὶ δʼ ἑταῖροι
  19. γήθεον· Ἀργεῖοι δὲ περικλυτὸν ἄνδρʼ ἐφέβοντο.
  20. ὡς δʼ ὁπότʼ ἐξεριπόντος ἀπʼ οὔρεος ἠλιβάτοιο