Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- γναμπτοῖς ἐν μελέεσσι πέλε σθένος ὡς τὸ πάροιθεν·
- γήραϊ γὰρ καθύπερθε πολυτλήτῳ βεβάρητο.
- ὣς δʼ αὕτως ἀπόρουσεν ἑϋμμελίης Θρασυμήδης
- Φηρεύς τʼ ὀβριμόθυμος ἰδʼ ἄλλοι πάντες ἑταῖροι
- δειδιότες· μάλα γάρ σφιν ἐῴχετο λοίγιος ἀνήρ.
- Ὡς δʼ ὅτʼ ἀπὸ μεγάλων ὀρέων ποταμὸς βαθυδίνης
- καχλάζων φορέηται ἀπειρεσίῳ ὀρυμαγδῷ
- ὁππότε συννεφὲς ἦμαρ ἐπʼ ἀνθρώποισι τανύσσῃ
- Ζεὺς κλονέων μέγα χεῖμα, περικτυπέουσι δὲ πάντῃ
- βρονταὶ ὁμῶς στεροπῇσιν ἄδην νεφέων συνιόντων
- θεσπεσίων, κοῖλαι δὲ περικλύζονται ἄρουραι
- ὄμβρου ἐπεσσυμένοιο δυσηχέος, ἀμφὶ δὲ μακραὶ
- σμερδαλέον βοόωσι κατʼ οὔρεα πάντα χαράδραι·
- ὣς Μέμνων σεύεσκεν ἐπʼ ᾐόνας Ἑλλησπόντου
- Ἀργείους· μετόπισθε δʼ ἐπισπόμενος κεράϊζε·
- πολλοὶ δʼ ἐν κονίῃσι καὶ αἵματι θυμὸν ἔλειπον
- Αἰθιόπων ὑπὸ χερσί· λύορῳ δʼ ἐφορύνετο γαῖα
- ὀλλυμένων Δαναῶν. μέγα δʼ ἐν φρεσὶ γήθεε Μέμνων
- αἰὲν ἐπεσσύμενος δηίων στίχας· ἀμφὶ δὲ νεκρῶν
- στείνετο Τρώιον δὖδας· ὁ δʼ οὐκ ἀπέληγε κυδοιμοῦ·