Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὡς δʼ ὅτʼ ἐρίγδουποι ποταμοὶ μεγάλα στενάχωσιν
  2. εἰς ἅλα χευόμενοι, ὅτε λαβρότατος πέλει ὄμβρος
  3. ἐκ Διός, εὖτʼ ἀλίαστον ἐπὶ νέφεα κτυπέωσι
  4. θηγόμενʼ ἀλλήλοισι, πυρὸς δʼ ἐξέσσυτʼ ἀϋτμή·
  5. ὣς τῶν μαρναμένων μέγʼ ὑπαὶ ποσὶ γαῖα πελώρη
  6. ἔβραχε, θεσπεσίου δὲ διʼ ἠέρος ἔσσυτʼ ἀϋτὴ
  7. σμερδαλέη· δεινὸν γὰρ ἐΰτεον ἀμφοτέρωθεν.
  8. Ἔνθʼ ἕλε Πηλείδης Θάλιον καὶ ἀμύμονα Μέντην
  9. ἄμφω ἀριγνώτω, βάλε δʼ ἄλλων πολλὰ κάρηνα.
  10. εὖτʼ αἰγὶς βερέθροισιν [*](Zimmermann, for εὖτε γαίης μελάθροισιν of MSS.) ὑποχθονίοις ἐπορούσῃ
  11. λάβρος, ἄφαρ δέ τε πάντα κατὰ χθονὸς ἀμφιχέηται
  12. ἐκ θεμέθλων· μάλα γάρ ῥα περιτρομέει βαθὺ γαῖα·
  13. ὣς οἵ γʼ ἐν κονίῃσι κατήριπον ὠκέϊ πότμῳ
  14. αἰχμῇ Πηλείωνος· ὁ γὰρ μέγα μαίνετο θυμῷ.
  15. ὣς δʼ αὕτως ἑτέρωθεν ἐῢς πάϊς Ἠριγενείης
  16. Ἀργείους ἐδέϊζε κακῇ ἐναλίγκιος Αἴσῃ,
  17. ἥ τε φέρει λαοῖσι κακὸν καὶ ἀεικέα λοιγόν.
  18. πρῶτον δʼ εἷλε Φέρωνα διὰ στέρνοιο τυχήσας
  19. δούρατι λευγαλέῳ, ἐπὶ δʼ ἔκτανε δῖον Ἔρευθον,
  20. ἄμφω ἐελδομένω πόλεμον καὶ ἀεικέα χάρμῃν,