Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- οἳ Θρύον ἀμφενέμοντο παρʼ Ἀλφειοῖο ῥεέθροις,
- καί ῥʼ ὑπὸ Νέστορι βῆσαν ἐς Ἰλίου ἱερὸν ἄστυ·
- τοὺς δʼ ὁπότʼ ἐξενάριξεν, ἐπῴχετο Νηλέος υἱὸν
- κτεῖναί μιν μεμαώς· τοῦ δʼ Ἀντίλοχος θεοειδὴς
- πρόσθʼ ἐλθὼν ἴθυνε μακρὸν δόρυ, καί οἱ ἅμαρτε
- τυτθὸν ἀλευαμένοιο· φίλον δέ οἱ εἷλεν ἑταῖρον
- αἴθοπα Πυρρασίδην· ὁ δὲ χωσάμενος κταμένοιο
- Ἀντιλόχῳ ἐπιᾶλτο, λέων ὣς ὀβριμόθυμος
- καπρίῳ, ὅς ῥα καὶ αὐτὸς ἐναντίον οἶδε μάχεσθαι
- ἀνδράσι καὶ θήρεσσι, πέλει δέ οἱ ἄσπετος ὁρμή·
- ὣς ὁ θοῶς ἐπόρουσεν, ὁ δʼ εὐρέϊ μιν βάλε πέτρῳ
- Ἀντίλοχος· τοῦ δʼ οὔτι λύθη κέαρ, οὕνεκσʼ ἄρʼ αὐτοῦ
- ἀλγινόεντʼ ἀπάλαλκε φόνον κρατερὴ τρυφάλεια·
- σμερδαλέον δέ οἱ ἦτορ ἐνὶ στέρνοισιν ὀρίνθη
- βλημένου· ἀμφὶ δέ οἱ κόρυς ἴαχε· καί ῥʼ ἔτι μᾶλλον
- μαίνετʼ ἐπʼ Ἀντιλόχῳ. κρατερὴ δέ οἱ ἔζεεν ἀλκή·
- τοὔνεκα Νέστορος υἷα καὶ αἰχμητήν περ ἐόντα
- τύψεν ὑπὲρ μαζοῖο· διήλασε δʼ ὄβριμον ἔγχος
- ἐς κραδίην, θνητοῖσιν ὅπῃ πέλει ὠκὺς ὄλεθρος.
- τοῦ δʼ ὑποδῃωθέντος ἄχος Δαναοῖσιν ἐτύχθη