Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. στείνοντʼ ἐσσυμένων, ὑπὸ δʼ ἔγρετο ποσσὶ κονίη.
  2. Ἀργεῖοι δʼ ἀπάνευθεν ἐθάμβεον, εὖτʼ ἐσίδοντο
  3. ἐσσυμένους· εἶθαρ δὲ περὶ χροῒ χαλκὸν ἕσαντο
  4. κάρτεϊ Πηλείδαο πεποιθότες· ὃς δʼ ἐνὶ μέσσοις
  5. ἤιε Τιτήνεσσι πολυσθενέεσσιν ἐοικὼς
  6. κυδιόων ἵπποισι καὶ ἅρμασι· τοῦ δʼ ἄρα τεύχη
  7. πάντη μαρμαίρεσκον ἀλίγκιον ἀστεροπῇσιν.
  8. οἶος δʼ ἐκ περάτων γαιηόχου ὠκεανοῖο
  9. ἔρχεται ἠέλιος φαεσίμβροτος οὐρανὸν εἴσω
  10. μφανόων, τραφερὴ δὲ γελᾷ περὶ γαῖα καὶ αἰθήρ·
  11. τοῖος ἐν Ἀργείοισι τότʼ ἔσσυτο Πηλέος υἱός.
  12. ὣς δὲ καὶ ἐν Τρώεσσιν ἀρήιος ἤιε Μέμνων
  13. Ἄρεϊ μαιμώωντι πανείκελος, ἀμφὶ δὲ λαοὶ
  14. προφρονέως ἐφέποντο παρεσσύμενοι βασιλῆι.
  15. αἶψα δʼ ἄρʼ ἀμφοτέρων δολιχαὶ πονέοντο φάλαγγες
  16. Τρώων καὶ Δαναῶν, μετὰ δʼ ἔπρεπον Αἰθιοπῆες·
  17. σὺν δʼ ἔπεσον καναχηδὸν ὁμῶς, ἅτε κύματα πόντου
  18. πάντοθεν ἐγρομένων ἀνέμων ὑπὸ χείματος ὥρῃ·
  19. ἀλλήλους δʼ ἐδάϊζον ἐϋξέστῃς μελίῃσι
  20. βάλλοντες, μετὰ δέ σφι γόος καναχή τε δεδήει·