Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀλλʼ ἄγε φραζώμεσθα, τί λώιον ἄμμι γένηται,
  2. ἢ ἔτι που στυγεροῖσι μαχώμεθα δυσμενέεσσιν,
  3. ἢ ἤδη φεύγωμεν ἀπʼ ἄστεος ὀλλυμένοιο·
  4. οὐ γὰρ ἔτʼ Ἀργείοισι δυνησόμεθʼ ἀντιφερίζειν
  5. μαρναμένου κατὰ δῆρ ιν ἀμειλίκτου Ἀχιλῆος.
  6. ὣς ἄρʼ ἔφη· τὸν δʼ υἱὸς ἀμείβετο Λαομέδοντος·
  7. ὦ φίλος ἠδʼ ἄλλοι Τρῶες σθεναροί τʼ ἐπίκουροι,
  8. μή νύ τι δειμαίνοντες ἑῆς χαζώμεθα πάτρης,
  9. μηδʼ ἔτι δυσμενέεσσι μαχώμεθα τῆλε πόληος,
  10. ἀλλά που ἐκ πύργων καὶ τείχεος, εἰσόκεν ἔλθῃ
  11. Μέμνων ὀβριμόθυμος ἄγων ἀπερείσια φῦλα
  12. λαῶν, οἳ ναίουσι μελάμβροτον Αἰθιόπειαν.
  13. ἤδη γάρ ῥα καὶ αὐτὸν ὀΐομαι ἀγχόθι γαίης
  14. ἔμμεναι ἡμετέρης· ἐπεὶ ἦ νύ οἱ οὔτι νέον γε
  15. ἀγγελίην προέηκα μέγʼ ἀχνύμενος περί θυμῷ·
  16. αὐτὰρ ὅ γʼ ἀσπασίως μοι ὑπέσχετο πάντα τελέσσαι
  17. ἐλθὼν ἐς Τροίην· καί μιν σχεδὸν ἔλπομαι εἶναι.
  18. ἀλλʼ ἄγε τλῆτʼ ἔτι βαιόν, ἐπεὶ πολὺ λώιόν ἐστι
  19. θαρσαλέως ἀπολέσθαι ἀνὰ κλόνον, ἠὲ φυγόντας
  20. ζώειν ἀλλοδαποῖσι παρʼ ἀνδράσιν αἴσχἐ ἔχοντας.