Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἦ ῥʼ ὁ γέρων· ἀλλʼ οὔτι σαόφρονι Πουλυδάμαντι
  2. ἥνδανεν εἰσέτι δῆρις, ἐΰφρονα δʼ ἔκφατο μῦθον·
  3. εἰ μὲν δὴ Μέμνων τοι ἀριφραδέως κατένευσεν
  4. ἡμέων αἰνὸν ὄλεθρον ἀπωσέμεν, οὔτι μεγαίρω
  5. μίμνειν ἀνέρα δῖον ἀνὰ πτόλιν· ἀλλʼ ἄρα θυμῷ
  6. δείδω, μὴ σὺν ἑοῖσι κιὼν ἑτάροισι δαμείη
  7. κεῖνος ἀνήρ, πολλοῖς δὲ καὶ ἄλλοις πῆμα γένηται
  8. ἡμετέροις· δεινὸν γὰρ ἐπὶ σθένος ὄρνυτʼ Ἀχαιῶν.
  9. ἀλλʼ ἄγε, μηδὲ πόληος ἑῆς ἀπὸ τῆλε φυγόντες
  10. αἴσχεα πολλὰ φέρωμεν ἀναλκείῃ ὑπὸ λυγρῇ
  11. ἀλλοδαπὴν περόωντες ἐπὶ χθόνα, μηδʼ ἔτι πάτρῃ
  12. μίμνοντες κτεινώμεθʼ ὑπʼ Ἀργείων ὀρυμαγδοῦ,
  13. ἀλλʼ ἤδη Δαναοῖσι, καὶ εἰ βραδύ, λώιον εἴη
  14. εἰσέτι κυδαλίμην Ἑλένην καὶ κτήματʼ ἐκείνης,
  15. ἠμὲν ὅσα Σπάρτηθεν ἀνήγαγεν ἠδὲ καὶ ἄλλα,
  16. διττάκι τόσσα φέροντας ὑπὲρ πόλιός τε καὶ αὐτῶν
  17. ἐκδόμεν, ἕως οὐ κτῆσιν ἀνάρσια φῦλα δέδασται
  18. ἡμετέρην, οὐδʼ ἄστυ κατήνυκε πῦρ ἀΐδηλον.
  19. νῦν δʼ ἄγʼ ἐμοὶ πείθεσθε περὶ φρεσίν· οὐ γὰρ ὁΐω
  20. ἄλλον ἀμείνονα μῆτιν ἐνὶ Τρώεσσι φράσασθαι·