Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- αὐτὰρ ἐπεὶ κορυφὰς ὀρέων ὑπέρ ἠχηέντων
- λαμπρὸν ὑπὲρ φάος ἦλθεν ἀτειρέος ἠελίοιο,
- οἱ μὲν ἄρʼ ἐν κλισίῃσιν Ἀχαιῶν ἄβριμοι υἷες
- γήθεον ἀκαμάτῳ μέγʼ ἐπευχόμενοι Ἀχιλῆι.
- Τρῶες δʼ αὖ μύροντο κατὰ πτόλιν· ἀμφὶ δὲ πύργους
- ἐζόμενοι σκοπίαζον, ἐπεὶ φόβος ἔλλαβε πάντας,
- μὴ δή που μέγα τεῖχος ὑπερθόρῃ ὄβριμος ἀνήρ
- αὐτούς τε κτείνῃ κατά τε πρήσῃ πυρὶ πάντα.
- τοῖσι δʼ ἄρʼ ἀχνυμένοισι γέρων μετέειπε Θυμοίτης·
- ὦ φίλοι, οὐκέτʼ ἔγωγε περὶ φρεσὶν οἶδα νοῆσαι,
- ὅππως ἔσσεται ἄλκαρ ἀνιηροῦ πολέμοιο
- Ἕκτορος ἀγχεμάχοιο δεδουπότος, ὃς μέγα Τρώων
- κάρτος ἔην τὸ πάροιθε· καὶ οὐδʼ ὅ γε Κῆρας ἄλυξεν,
- ἀλλʼ ἐδάμη παλάμῃσιν Ἀχιλλέος, ᾧ περ ὀΐω
- καὶ θεὸν ἀντιάσαντα μάχῃ ἔνι δῃωθῆναι·
- οἵην τήνδʼ ἐδάμασσεν ἀνὰ κλόνον, ἥνπερ οἱ ἄλλοι
- Ἀργεῖοι φοβέοντο, δαΐφρονα Πενθεσίλειαν·
- καὶ γὰρ ἔην ἔκπαγλος· ἔγωγέ μιν ὡς ἐνόησα,
- ὠισάμην μακάρων τίνʼ ἀπʼ οὐρανοῦ ἐνθάδʼ ἱκέσθαι
- ἡμῖν χάρμα φέρουσαν· ὃ δʼ οὐκ ἄρʼ ἐτήτυμον ἦεν.