Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. καὶ λέχος· ἀμφὶ δὲ τοῖσι καὶ ἀθανάτοις περ ἐοῦσιν
  2. ὕπνου βληχρὸν ὄνειαρ ἐπὶ βλεφάροισι τανύσθη.
  3. ἦμος δʼ ἠλιβάτων ὀρέων ὑπερέσσυται ἄκρας
  4. λαμπρὸς ἀνʼ οὐρανὸν εὐρὺν ἑωσφόρος, ὅς τʼ ἐπὶ ἔργον
  5. ἡδὺ μάλα κνώσσοντασʼ ἀμαλλοδετῆρας ἐγείρει·
  6. τῆμος ἀρήιον υἷα φαεσφόρου Ἠριγενείης
  7. ὕστατος ὕπνος ἀνῆκεν· ὁδʼ ἐν φρεσὶ κάρτος ἀέξων
  8. ἤδη δυσμενέεσσι λιλαίετο δηριάασθαι.
  9. Ἠὼς δʼ οὐρανὸν εὐρὺν ἀνήιεν οὐκ ἐθέλουσα.
  10. καὶ τότε Τρῶες ἕσαντο περὶ χροῒ δήια τεύχη,
  11. τοῖσι δʼ ἅμʼ Αἰθίοπές τε καὶ ὁππόσα φῦλα πέλοντο
  12. ἀμφὶ βίην Πριάμοιο συναγρομένων ἐπικούρων
  13. πανσυδίῃ· μάλα δʼ ὦκα πρὸ τείχεος ἐσσεύοντο
  14. κυανέοις νεφέεσσιν ἐοικότες, οἷα Κρονίων
  15. χείματος ὀρνυμένοιο κατʼ ἠέρα πουλὺν ἀγείρει.
  16. αἶψα δʼ ἄρʼ ἐπλήσθη πεδίον πᾶν· οἱ δʼ ἐκέχυντο
  17. ἀκρίσι πυροβόροισιν ἀλίγκιον, αἵ τε φέρονται
  18. ὡς νέφος ἢ πολὺς ὄμβρος ὑπὲρ χθονὸς εὐρυπέδοιο
  19. ἄπλητοι μερόπεσσιν ἀεικέα λιμὸν ἄγουσαι·
  20. ὣς οἱ ἴσαν πολλοί τε καὶ ὄβριμοι, ἀμφὶ δʼ ἀγυιαὶ