Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὣς φάθʼ· ὁ δʼ ἐκ δόρποιο μεθίστατο· βῆ δὲ πρὸς εὐνὴν
  2. ὑστατίην· ἅμα δʼ ἄλλοι ἔβαν κοίτοιο μέδεσθαι
  3. δαιτυμόνες· τάχα δέ σφιν ἐπήλυθε νήδυμος ὕπνος.
  4. αὐτὰρ ἐνὶ μεγάροισι Διὸς στεροπηγερέταο
  5. ἀθάνατοι δαίνυντο· πατὴρ δʼ ἐν τοῖσι Κρονίων
  6. εὖ εἰδώς ἀγόρευε δυσηχέος ἔργα μόθοιο·
  7. ἴστε θεοὶ περὶ πάντες ἐπεσσύμενον βαρὺ πῆμα
  8. αὔριον ἐν πολέμῳ· μάλα γὰρ πολλῶν μένος ἵππων
  9. ὄψεσθʼ ἀμφʼ ὀχέεσσι δαϊζομένων ἑκάτερθεν
  10. ἄνδρας δʼ ὀλλυμένους· τῶν καὶ πέρι κηδόμενός τις
  11. μιμνέτω ὑμείων μνδʼ ἀμφʼ ἐμὰ γούναθʼ ἱκάνων
  12. λισσέσθω· κῆρες γὰρ ἀμείλιχοί εἰσι καὶ ἡμῖν.
  13. ὣς ἔφατʼ ἐν μέσσοισιν ἐπισταμένοισι καὶ αὐτοῖς,
  14. ὄφρα καὶ ἀσχαλόων τις ἀπὸ πτολέμοιο τράπηται,
  15. μηδέ ἑ λισσόμενος περὶ υἱέος ἠὲ φίλοιο
  16. μαψιδίως ἀφίκηται ἀτειρέος ἔνδον Ὀλύμπου.
  17. καὶ τὰ μὲν ὡς ἐσάκουσαν ἐριγδούπου Κρονίδαο,
  18. τλῆσαν ἐνὶ στερνοισι καὶ οὐ βασιλῆος ἔναντα
  19. μῆθον ἔφαν· μάλα γάρ μιν ἀπειρέσιον τρομέεσκον·
  20. ἀχνύμενοι δʼ ἵκανον· ὅπῃ δόμος ἦεν ἑκάστου